- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:12.1-12.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使徒保罗劝勉信徒将身体献为活祭作属灵的事奉,在基督的身体中照所领受的不同恩赐行事,并实行真实的爱、彼此谦逊以及以善胜恶等基督徒伦理。
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν τῷ θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν·1
所以弟兄们,我凭着神的慈悲劝你们,将身体献上作为活祭,是圣洁的,是神所喜悦的;你们如此事奉乃是理所当然的。
καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
不要效法这个世代,只要藉着心意的更新而变化,叫你们察验何为神的旨意,就是那善良、纯全、可喜悦的旨意。
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.
我凭着所赐给我的恩典对你们各人说:不要看自己过于所当看的,要照着神所分给各人信心的大小,看得合乎中道。
καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη.2
正如我们一个身子上有好些肢体,肢体也不都有一样的用处;我们在基督里也是这样,许多人成为一个身子,并且各个互相作肢体。
Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.
我们按所赐给我们的恩典,各有不同的恩赐:或说预言,就当照着信心的程度说预言;或作服事的,就当专一服事;或作教导的,就当专一教导;或作劝化的,就当专一劝化;施舍的,就当诚实;治理的,就当殷勤;怜悯人的,就当甘心。
ἡ ἀγάπη ἀνυπόκριτος.
爱人不可虚假。
ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ·3 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
恶要厌恶,善要亲近。爱弟兄,要彼此亲爱;恭敬人,要彼此推让。殷勤不可懒惰;心里要火热;常常服事主;在指望中要喜乐;在患难中要忍耐;祷告要恒切;圣徒缺乏要帮补;客要一味地款待。
εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
迫害〔你们〕的,要给他们祝福;只要祝福,不可咒诅。
χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
与喜乐的人要同乐;与哀哭的人要同哭。
τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. "μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς."
要彼此同心;不要志气高大,倒要俯就卑微的人。不要自以为聪明。
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· "προνοούμενοι καλὰ ἐνώπιον" πάντων "ἀνθρώπων·"
不要对任何人以恶报恶。“众人以为美的事,要留心去作。”
εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
若是能行,总要尽力与众人和睦。
μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ,4 γέγραπται γάρ "Ἐμοὶ ἐκδίκησις," ἐγὼ "ἀνταποδώσω," λέγει Κύριος.
亲爱的〔弟兄〕,不要自己伸冤,宁可让步给〔神的〕忿怒;因为经上记着:“主说:伸冤在我,我必报应。”
ἀλλὰ "ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. "
相反地,“你的仇敌若饿了,就给他吃;若渴了,就给他喝;因为你这样行,就是把炭火堆在他的头上。”
μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
你不可为恶所胜,反要以善胜恶。
- 12.1τὴν λογικὴν λατρείαν ὑμῶν
为宾格短语,作为前文整个不定式短语动作(παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν)的同位语。它指代出于理性、心智或属灵层面的敬拜,与仅具外在形式的机械性动物祭祀相对照。
- 12.5τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη
短语 τὸ καθʼ εἷς 为分配性惯用语,意为“各个”、“个别地”。在句法上充当主语(“各人”),其谓语为 ἀλλήλων μέλη(“互作肢体”)。
- 12.10ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ
此处以及后文(第10–13节、16–19节)出现的一连串分词(如 ἀποστυγοῦντες、κολλώμενοι、χαίροντες 等)均起命令句的作用(imperatival participle),作为独立的命令或隐含了系动词祈使语气。
- 12.19δότε τόπον τῇ ὀργῇ
与格 τῇ ὀργῇ 意为“忿怒”。根据紧接着引用的经文(“伸冤在我……”),该惯用短语意指“给神的忿怒留地步(将审判权交给神)”,而非向人类仇敌的怒气退让妥协。
