- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:11.1-11.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明神并没有完全弃绝以色列人,如今仍有蒙恩所留的余数;借着将外邦人接枝的比喻,说明以色列全家最终必得救的神圣奥秘,并颂赞神深不可测的智慧。
Λέγω οὖν, μὴ "ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ;" μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλείτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμείν.
那么我说,难道“神弃绝了他的百姓吗?” 断乎没有!因为我也是以色列人,出于亚伯拉罕的后裔,属于便雅悯支派。
"οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ" ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλείᾳ τί λέγει ἡ γραφή,1 ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ;
“神并没有弃绝他预先知道的百姓。” 你们岂不知道经上论到以利亚是怎么说的吗?
"Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου. "
他在神面前怎样控告以色列人说: “主啊,他们杀了你的先知,拆了你的祭坛,只剩下我一个人,他们还要寻索我的命。”
ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; "Κατέλιπον" ἐμαυτῷ "ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ."
但神的答复怎么对他说呢? “我为自己 留下了 七千人,是未曾向巴力屈膝的。”
οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λίμμα κατʼ ἐκλογὴν χάριτος γέγονεν·
如此,照着恩典的拣选,现今也是留下了余数。
εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις2 οὐκέτι γίνεται χάρις.
既是出于恩典,就不再是出于行为;不然,恩典就不再是恩典了。
τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθάπερ γέγραπται "Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. "
这是怎么样呢?以色列人所切求的,他们没有得着,唯有蒙拣选的人得着了;其余的人都成了顽梗不化的。正如经上所记: “神给他们昏睡的心灵,不能看见的眼,不能听见的耳,直到今日。”
καὶ Δαυεὶδ λέγει "Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,"
大卫也说: “愿他们的筵席成为网罗,成为机槛, 成为绊脚石,作他们的报应。”
" σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον."
“ 愿他们的眼睛昏朦,不能看见; 愿你时常弯下他们的脊梁。”
Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ "παραζηλῶσαι" αὐτούς.
那么我说,他们失脚是要跌倒吗?断乎不是!反倒因他们的过犯,救恩临到了外邦人,好惹动他们“妒忌。”
εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν.
若他们的过犯成为世人的富足,他们的衰微成为外邦人的富足,何况他们充充足足的复兴呢!
Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφʼ ὅσον μὲν οὖν εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.
我对你们外邦人说:因我是外邦人的使徒,我就看重我的职分,或者可以惹动我骨肉之亲的妒忌,好救他们其中的一些人。
εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
若他们被弃绝,世人就得与神和好;他们被收纳,岂不是死而复生吗?
εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
若所献作初熟之物的面是圣洁的,整团面也都圣洁了;若根是圣洁的,树枝也都圣洁了。
Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων·
若有几根枝子被折下来,你这野橄榄得接在其中,一同分享橄榄根的肥汁,你就不可向旧枝子夸口。
εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ.
你若夸口,当知道不是你托着根,乃是根托着你。
ἐρεῖς οὖν Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐνκεντρισθῶ. καλῶς·
那么你会说:“折下枝子来,是特为叫我接上。”不错!
τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας.
他们因为不信,所以被折下来;你因为信,所以立得住。
μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται. ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ·
你不可心高气傲,倒要惧怕。神既不惜爱原来的枝子,也必不惜爱你。你看神的恩慈和严厉:
ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
向那跌倒的人是严厉的,向你却是神的恩慈,只要你长久在他的恩慈里;不然,你也要被砍下来。
κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐνκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς.
而且他们若不是长久不信,仍要被接上,因为神能够把他们重新接上。
εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.
你是从那天生的野橄榄上砍下来的,尚且逆着性得接在好橄榄上,何况这些天生的枝子,岂不更要接在原先的橄榄树上吗!
Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται·
弟兄们,我不愿意你们不知道这奥秘(恐怕你们自以为聪明),就是以色列人有几分是硬心的,等到外邦人的数目添满了,于是以色列全家都要得救。
καθὼς γέγραπται "Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ."
如经上所记: “必有一位救赎主从锡安出来, 要消除雅各家的一切不敬虔。”
" καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν."
“ 并且这就是我与他们所立的约, 我除去他们罪的时候。”
κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ διʼ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·
就福音来说,他们为你们的缘故是仇敌;就拣选来说,他们为列祖的缘故是蒙爱的。
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ.
因为神的恩赐和选召是没有后悔的。
ὥσπερ γὰρ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθίᾳ, οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει3 ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν·
你们从前不顺服神,如今因他们的不顺服,倒蒙了怜恤;这样,他们现在也是不顺服,叫他们因着施给你们的怜恤,现在也可以蒙怜恤。
συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπειθίαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
因为神将众人都圈在不顺服之中,特意要怜恤众人。
Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
深哉,神丰富的智慧和知识!他的判断何其难测!他的踪迹何其难寻!
"Τίς" γὰρ "ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;"
“谁 知道主的心?谁作过他的谋士呢?”
"ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;"
“谁是先给了他,使他后来偿还呢?”
ὅτι ἐξ αὐτοῦ καὶ διʼ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
因为万有都是本于他,倚靠他,归于他。愿荣耀归给他,直到永远。阿们!
- 11.2ἐν Ἠλείᾳ τί λέγει ἡ γραφή
介词短语 ἐν Ἠλείᾳ(在以利亚里)指旧约圣经中关于以利亚的篇段(列王纪上19章),这是分章节以前按人物故事主题指称圣经特定经文段落的古代惯用表达,而非指以利亚个人的内在状态。
- 11.6εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
此句在条件从句和主句中均省略了系动词(如 ἐστίν)。后半句中的连词 ἐπεὶ 具有“否则(otherwise)”的逻辑推论功能,指出若非出于恩典所必然导致的自相矛盾与荒谬结论。
- 11.31τῷ ὑμετέρῳ ἐλέει
带有物主形容词 ὑμετέρῳ 的与格短语。此处并非指“你们施予的怜悯”(主格意义),而是指“向你们施行的(神的)怜悯”(宾格/受格意义)。在句法上,它既可作为前面不顺服的原因/契机,也可跨越语序修饰其后的 ἵνα 从句,表“借着临到你们的怜悯,使他们如今也蒙怜悯”。
