← 新约圣经

使徒行传

§6.1-6.15

选立七位执事与司提反被捕

门徒增多引发关于每日供给的怨言,使徒遂选立司提反等七人管理杂务以专心传道。司提反满有恩典行大神迹,却遭反对者暗中唆使人作假见证控告,被捉拿至公会受审。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ΕΝ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἐβραίους ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.

在那些日子,门徒增多,希腊化的犹太人向希伯来人发怨言,因为在每日的供给上,他们的寡妇被忽视了。

§6.2

προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις·1

于是十二使徒召集门徒全会众,说:“我们撇下神的道去伺候饭食,原是不妥当的。

§6.3

ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.

所以弟兄们,应当从你们中间选出七个有好名声、满有圣灵和智慧的人,我们就派他们负责这事;至于我们,要专心于祷告和传道的事奉。”

§6.5

καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

这意见令全会众都很喜悦,他们就拣选了司提反,他是个满有信心和圣灵的人;又拣选了腓利、伯罗哥罗、尼迦挪、提门、巴米拿,并入犹太教的安提阿人尼哥拉,叫他们站在使徒面前;使徒祷告后,就按手在他们头上。

§6.7

Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.2

神的道日见兴旺,在耶路撒冷门徒的数目大大加增,并且有许多祭司也顺从了这信仰。

§6.8

Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.

司提反满有恩典和能力,在民间行了大奇事和神迹。

§6.9

Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συνζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.3

当时有些属于所谓“利百地拿会堂”、古利奈人和亚历山大人,以及从基利家和亚细亚来的人起来,与司提反辩论;但他们敌挡不住他说话时所凭的智慧和圣灵。

§6.11

τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωυσῆν καὶ τὸν θεόν·

于是他们暗中唆使人说:“我们听见他说谤讟摩西和神的话。”

§6.12

συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου, ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς.

他们又耸动了百姓、长老并文士,就忽然上前捉拿他,把他带到公会,并设立假见证人说:“这个人不住地说反对这圣所和律法的话;因为我们曾听见他说,这拿撒勒人耶稣要拆毁这地方,改变摩西交付给我们的规条。”

§6.15

καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδαν τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

在公会里坐着的人都定睛看他,见他的面貌好像天使的面貌。

语法注3 条
  1. 6.2Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις

    不定词 διακονεῖν 作为非人称句 Οὐκ ἀρεστόν ἐστιν 的主语,其逻辑主语为宾格的 ἡμᾶς。分词 καταλείψαντας 在格上与 ἡμᾶς 一致,表示伴随状况或时间(“撇下……而伺候”)。τραπέζαις 为动词 διακονέω 所带的与格宾语(“伺候饭食/照料桌子”)。

  2. 6.7πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει

    意合结构(constructio ad sensum):单数集合名词主语 πολύς ... ὄχλος 搭配了复数动词 ὑπήκουον,体现了主语概念上的复数性。τῇ πίστει 是动词 ὑπακούω 所要求的与格补足语,意为“顺从了这信仰”。

  3. 6.10τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει

    关系代词 ᾧ 以 τῷ πνεύματι(或两者整体)为先行词,在从句中充当修饰动词 ἐλάλει 的手段或方式与格(“他凭着/藉着它说话”)。而先行词短语 τῇ σοφίᾳ καὶ τῷ πνεύματι 本身则是动词 ἀντιστῆναι 所支配的与格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:6.1-6.15