- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:7.1-7.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对大祭司的讯问,司提反详述了以色列的历史,从亚伯拉罕受召与诸先祖,经约瑟被卖及在埃及度过饥荒,直到摩西的降生、遭同胞拒绝流亡米甸,以及天使在荆棘火焰中显现。
Εἶπεν δὲ ὁ ἀρχιερεύς Εἰ ταῦτα οὕτως ἔχει;1
大祭司就说:“这些事果然是这样吗?”
ὁ δὲ ἔφη Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. "Ὁ θεὸς τῆς δόξης" ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, "καὶ εἶπεν πρὸς αὐτόν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· "
司提反说:“诸位弟兄父老,请听: ‘荣耀的神’ 在我们祖宗亚伯拉罕还住在美索不达米亚、未定居哈兰以前,向他显现, ‘对他说:“你要离开你的本地和你的亲族,往我所要指示你的地去。”’
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, καὶ "οὐκ ἔδωκεν" αὐτῷ κληρονομίαν ἐν αὐτῇ "οὐδὲ βῆμα ποδός," καὶ ἐπηγγείλατο "δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν," οὐκ ὄντος αὐτῷ τέκνου.
于是他离开迦勒底人之地,住在哈兰。他父亲死后,神又使他从那里迁到你们如今所住的这地; 并且神 ‘没有赐给’他在这地里产业, ‘连立足之地也没有’; 却应许 ‘要将这地赐给他和他的后裔为业’, 当时他还没有儿子。
ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι "ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· "
神就这样说: ‘他的后裔必在异地寄居,那里的人要叫他们作奴仆,苦待他们四百年。’
"καὶ τὸ ἔθνος ᾧ ἂν δουλεύσουσιν κρινῶ ἐγώ, "ὁ θεὸς εἶπεν, "καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ" τόπῳ "τούτῳ."
‘“并且他们所服事的那国,我要审判,”’ 神说, ‘“这些事以后,他们要出来,在这”’ 地方 ‘“侍奉我。”’
καὶ ἔδωκεν αὐτῷ "διαθήκην περιτομῆς·" καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ "περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ," καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
神又赐给他 ‘割礼的约’; 这样,亚伯拉罕生了以撒, ‘第八日给他行了割礼’; 以撒生雅各,雅各生十二位先祖。
Καὶ οἱ πατριάρχαι "ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον·" καὶ "ἦν ὁ θεὸς μετʼ αὐτοῦ," καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ "ἔδωκεν αὐτῷ χάριν" καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, "καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ"
先祖们 ‘嫉妒约瑟,把他卖到埃及去’; 但 ‘神与他同在’,救他脱离一切苦难,又 ‘赐给他恩惠’ 和智慧,在埃及王法老面前, ‘法老就派他作宰相,治理埃及和法老全家。’
"ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτον" καὶ "Χαναὰν" καὶ θλίψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
‘后来饥荒临到全埃及’ 和 ‘迦南,’ 并且有大患难,我们的祖宗找不到粮食。
"ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτον "ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
‘雅各听见在埃及有粮,’ 就先打发我们的祖宗去。
καὶ ἐν τῷ δευτέρῳ "ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ," καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
第二次去的时候, ‘约瑟向弟兄们表明身分,’ 他的家族也被法老知道了。
ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν "ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, "
约瑟就打发人去请父亲雅各和全家族来, ‘共有七十五人。’
"κατέβη "δὲ Ἰακὼβ "[εἰς Αἴγυπτον]. καὶ ἐτελεύτησεν αὐτὸς καὶ" οἱ πατέρες ἡμῶν, "καὶ μετετέθησαν εἰς Συχὲμ" καὶ ἐτέθησαν "ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ" τιμῆς ἀργυρίου "παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ."
‘就下了’ 雅各 ‘到埃及去。后来他和’ 我们的祖宗都死了,‘他们被迁到示剑,’ 埋葬在 ‘亚伯拉罕买下的坟墓里,’ 是用银子的价钱, ‘从示剑哈抹子孙那里买的。’
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, "ηὔξησεν" ὁ λαὸς "καὶ ἐπληθύνθη" ἐν Αἰγύπτῳ, ἄχρι οὗ "ἀνέστη βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ."
当神向亚伯拉罕所应许的时期临近的时候, ‘增长’ 百姓 ‘且多起来,’ 在埃及,直到 ‘有另一个不认识约瑟的君王兴起,统治埃及。’
οὗτος "κατασοφισάμενος τὸ γένος" ἡμῶν "ἐκάκωσεν" τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ "ζωογονεῖσθαι.2"
这王 ‘用诡计谋害民族’ 我们的, ‘苦待’ 我们的先祖,逼他们抛弃婴孩,使之不致 ‘存活’。
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωυσῆς, καὶ ἦν "ἀστεῖος" τῷ θεῷ·3 ὃς ἀνετράφη "μῆνας τρεῖς" ἐν τῷ οἴκῳ τοῦ πατρός· ἐκτεθέντος δὲ αὐτοῦ "ἀνείλατο" αὐτὸν "ἡ θυγάτηρ Φαραὼ" καὶ ἀνεθρέψατο αὐτὸν "ἑαυτῇ εἰς υἱόν."
就在那时,摩西生了下来, ‘俊美’ 在神眼中。他在父亲家里 ‘三个月’ 被抚养;他被丢弃的时候, ‘收养了’ 他, ‘法老的女儿,’ 并抚养他 ‘作自己的儿子。’
καὶ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
摩西学了埃及人一切的学问,说话行事都有能力。
Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι4 "τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ."
当他年满四十岁的时候,心里起意去看望 ‘他的弟兄以色列人。’
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ "πατάξας τὸν Αἰγύπτιον."
他见一个人受冤屈,就护庇他,替那受欺压的申冤, ‘打死了那埃及人。’
ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
他以为弟兄们明白神是藉着他的手拯救他们,他们却不明白。
τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών Ἄνδρες, ἀδελφοί ἐστε· ἵνα τί ἀδικεῖτε ἀλλήλους;
第二天,遇见他们打架,就劝他们和睦,说:“诸位,你们是弟兄,为什么彼此欺负呢?”
"ὁ δὲ ἀδικῶν τὸν πλησίον" ἀπώσατο αὐτὸν εἰπών "Τίς σὲ κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ἡμῶν; "
‘那欺负邻舍的’ 把他推开,说: ‘“谁立你作我们的领袖和审判官呢?’
"μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; "
‘难道你想要杀我,像昨天杀那埃及人一样吗?”’
"ἔφυγεν δὲ Μωυσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, "οὗ ἐγέννησεν υἱοὺς δύο.
‘摩西因这话就逃跑了,在米甸地寄居,’ 在那里生了两个儿子。
Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα "ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους" Σινὰ "ἄγγελος ἐν φλογὶ πυρὸς βάτου·"
满了四十年, ‘在山的旷野,’ 西奈的, ‘有天使在荆棘火焰中向他显现。’
ὁ δὲ Μωυσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου
摩西见了这异象,便觉希奇;他正走上前要去察看,就有主的声音说:
- 7.1Εἰ ταῦτα οὕτως ἔχει;
引导直接疑问句的 εἰ。在古典希腊语中 εἰ 仅引导间接疑问句,但在通用希腊语及圣经希腊语中,受七十士译本影响(对应希伯来语疑问助词 הֲ 或 אִם),或因省略主句动词(如“请告诉我是否……”),常用来引导直接疑问句。
- 7.19τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι.
属格冠词不定式 τοῦ ποιεῖν 依附于动词 ἐκάκωσεν,表结果(“苦待……以致使他们丢弃……”)或目的。宾语补足语形容词 ἔκθετα 与宾语 τὰ βρέφη 搭配(“使婴孩被抛弃”),后接由介词 εἰς 引导、表示目的或结果的被动语态冠词不定式 εἰς τὸ μὴ ζωογονεῖσθαι(“使之不得存活”)。
- 7.20ἀστεῖος τῷ θεῷ
与格 τῷ θεῷ 的用法。其一可作评判与格,表示“在神看来俊美”;其二可作希伯来语习惯表达,即在形容词后附加神的名号以表示最高级或极高程度(“神异地俊美”或“极其俊美”),呼应出埃及记2:2的背景。
- 7.23ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι
希伯来语习语 עָלָה עַל־לֵב(“上到心头”,即“心里起意”)的希腊语直译。不定式 ἐπισκέψασθαι 既可视为无人称动词 ἀνέβη 的语法主语(“探望……之事上到了他的心头”),亦可视为解释性不定式,说明心中所起之念的具体内容。
