← 新约圣经

使徒行传

§5.22-5.42

使徒受公会审问与迦玛列的劝解

公会差人发现使徒不在监中而在圣殿施教,遂将其带来受审;彼得申明顺从神为先,后因迦玛列劝戒,使徒们受鞭打后获释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.22

οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες ὅτι Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.

差役到了,在监里没有找着他们,就回去禀报说:“我们发现监牢关得极为坚固,看守的人也站在门前,可是开门进去,里面一个人也没见到。”

§5.24

ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.1

守殿官和祭司长们听见这些话,就为这些事心里犯难,不知这事将来会怎样。

§5.25

Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.

这时有人来向他们禀报说:“看哪,你们收在监里的那些人,正站在圣殿里教训百姓呢!”

§5.26

τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, μὴ λιθασθῶσιν· ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων Παραγγελίᾳ παρηγγείλαμεν2 ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.

于是守殿官同差役去把他们带来,并没有用强暴,因为怕百姓用石头打他们。他们把使徒带来,叫他们站在公会中。大祭司审问他们,说:“我们严严地吩咐了你们,不可奉这个名教训人。看哪,你们倒把你们的教训充满了耶路撒冷,想要叫这人的血归到我们身上!”

§5.29

ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.

彼得和使徒们回答说:“顺从神胜于顺从人,是应当的。

§5.30

ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε "κρεμάσαντες ἐπὶ ξύλου·"

我们祖先的神已经叫耶稣复活了,正是你们把他挂在木头上杀害的。

§5.31

τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ,3 [τοῦ] δοῦναι4 μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν·

神用右手将他高升为领袖和救主,为要把悔改的心和赦罪的恩赐给以色列人。

§5.32

καὶ ἡμεῖς ἐσμὲν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.

我们就是这些事的见证人,神赐给顺从他之人的圣灵也是如此作见证。”

§5.33

οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.

他们听见了就极其恼怒,想要杀他们。

§5.34

Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι, εἶπέν τε πρὸς αὐτούς Ἄνδρες Ἰσραηλεῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.5

但公会中有一个法利赛人,名叫迦玛列,是受全体百姓敬重的律法师,他站起来,吩咐把这些人暂且带到外面去,就对众人说:“以色列人哪,关于这些人,你们应当小心自己打算怎样处置。

§5.36

πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.

因为在这些日子之前,丢大起来,自夸为大,附从他的男丁约有四百;他被杀后,听从他的人都溃散化为乌有了。

§5.37

μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.

此后,在报名上册的日子,加利利的犹大起来,引诱百姓跟从他;他也灭亡了,凡听从他的人也都四散了。

§5.38

καὶ [τὰ] νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ θεοῦ ἐστίν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς)· μή ποτε καὶ θεομάχοι εὑρεθῆτε.6

如今我劝你们,不要管这些人,放了他们吧!因为这计谋或这作为若是出于人,必要败落;若是出于神,你们就不能败坏他们,免得你们竟成了攻击神的人。”

§5.40

ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν.

他们听从了他,就叫使徒来,打了他们,吩咐他们不可奉耶稣的名讲论,就把他们释放了。

§5.41

Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·

使徒们离开公会,心里欢喜,因被算为配为这名受辱。

§5.42

πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστὸν Ἰησοῦν.

他们每日在圣殿里,在各人家中,不住地教训人,传耶稣是基督的福音。

语法注6 条
  1. 5.24τί ἂν γένοιτο τοῦτο

    间接疑问句中的 ἄν 搭配希求法(潜在希求法),表达困惑与推测,意为“这事究竟会演变成什么结局”。

  2. 5.28Παραγγελίᾳ παρηγγείλαμεν

    同源名词与格(παραγγελίᾳ)与同源动词(παρηγγείλαμεν)连用的塞姆语式加重语气结构(同族与格),字面为“我们以命令吩咐了”,表示“严严地吩咐”。

  3. 5.31τῇ δεξιᾷ αὐτοῦ

    与格短语 τῇ δεξιᾷ αὐτοῦ 在语法上可作工具手段解释(“以他的右手”),但在基督被高举的语境中,作处格性与格解释为地点(“高升到他的右边”)更为贴切自然。

  4. 5.31[τοῦ] δοῦναι

    带定冠词属格的不定式结构([τοῦ] δοῦναι)表示目的(“为要赐给”),说明前行动词 ὕψωσεν(高举)的神圣目的。

  5. 5.35προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν

    习语 προσέχετε ἑαυτοῖς(“你们当自己小心/谨慎”)后接介词短语 ἐπὶ τοῖς ἀνθρώποις τούτοις(表明对象,“关于这些人”)以及间接疑问从句 τί μέλλετε πράσσειν(“打算怎样行”),构成叮嘱对处置方案要审慎行事的句式。

  6. 5.39μή ποτε καὶ θεομάχοι εὑρεθῆτε

    连词 μή ποτε 接虚拟式被动 εὑρεθῆτε 构成顾虑从句(“免得你们被发现竟然与神作对”),呼应上文放手任凭他们(ἄφετε αὐτούς)的告诫,表达警示意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:5.22-5.42