← 新约圣经

使徒行传

§5.1-5.21

亚拿尼亚夫妇之死与使徒出狱

亚拿尼亚和撒非喇因私留地价欺瞒圣灵相继暴毙,全教会甚为震慑。使徒行神迹医治众人,大祭司和撒都该人嫉恨而将他们下监,但主的使者夜间释放了他们并命其往圣殿传道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.

有一个人,名叫亚拿尼亚,同他的妻子撒非喇卖了田产,把价银私自留下一部分,他的妻子也明知这事,就只拿来一部分放在使徒脚前。

§5.3

εἶπεν δὲ ὁ Πέτρος Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον1 καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;

彼得说:“亚拿尼亚,为什么撒但充满了你的心,叫你欺骗圣灵,私自留下田地的一笔价银呢?

§5.4

οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι2 ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.

田地留着不卖,不仍是属于你的吗?既卖了,不仍在你的支配权下吗?你怎么心里起了这念头呢?你不是欺骗人,而是欺骗神了。”

§5.5

ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας. ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.

亚拿尼亚听见这话,就仆倒断了气;凡听见的人都甚惧怕。有些青年人起来,把他包裹好,抬出去埋葬了。

§5.7

Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.3

约过了三小时,他的妻子进来,还不知道所发生的事。

§5.8

ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν Ναί, τοσούτου.

彼得对她说:“你告诉我,你们卖这田地的价银就是这些吗?”她说:“是的,就是这些。”

§5.9

ὁ δὲ Πέτρος πρὸς αὐτήν Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.

彼得对她说:“你们为什么同心试探主的灵呢?看哪,埋葬你丈夫之人的脚已经到了门口,他们也要把你抬出去。”

§5.10

ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.

她立刻仆倒在彼得脚前,断了气。青年人进来,见她已经死了,就抬出去,埋在她丈夫身边。

§5.11

Καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

全教会和凡听见这些事的人,都甚惧怕。

§5.12

Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν πάντες ἐν τῇ Στοᾷ Σολομῶντος·

借着使徒的手,在民间行了许多神迹奇事。他们都同心合意地在所罗门廊下。

§5.13

τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς· ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός, μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσει τινὶ αὐτῶν.

其余的人没有一个敢贴近他们,百姓却尊重他们。信而归主的人越发增添,连男带女极多;甚至有人把病人抬到街上,放在小床和褥子上,指望彼得走过来的时候,或者他的影子能遮在他们当中某人身上。

§5.16

συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

又有许多人从耶路撒冷周围的城邑聚集而来,带着病人和被污鬼缠磨的人,他们全都被治好了。

§5.17

Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.

大祭司和一切同他在一起的人,就是撒都该教派的人,都起来,满心嫉妒,于是下手拿住使徒,把他们收在公办监牢里。

§5.19

Ἄγγελος δὲ Κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.

但主的使者夜间开了监门,领他们出来,说: “你们去,站在圣殿里,把这生命的道全都讲给百姓听。”

§5.21

ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.

他们听了,天快亮的时候就进圣殿去教训人。大祭司和同他在一起的人来到,召集公会和以色列子孙的全体长老议会,就差人到监牢去,要把使徒提出来。

语法注3 条
  1. 5.3ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον

    动词 ψεύδομαι(欺骗、说谎)在此直接带宾格宾语 τὸ πνεῦμα τὸ ἅγιον(“欺骗圣灵”)。整个不定式短语在句中作解释性或结果性不定式,说明主句 ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου 的具体内容或结果,σε 是该不定式的逻辑主语。

  2. 5.4τί ὅτι

    省去系动词的成语性省略结构(τί [ἐστιν/γέγονεν] ὅτι...),常见于受闪米特语影响的新约希腊语中,意为“为何…… / 怎么竟然……”。在第4节(τί ὅτι ἔθου)和第9节(Τί ὅτι συνεφωνήθη ὑμῖν)中均以相同句式出现。

  3. 5.7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.

    受闪米特语语式影响的叙述句型(ἐγένετο ... καὶ ...)。短语 ὡς ὡρῶν τριῶν διάστημα(“约三个小时的时间间隔”)充当动词 ἐγένετο 的主语,随后的连接词 καὶ 引出下文的主要动作(“他的妻子……进来了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:5.1-5.21