- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:4.1-4.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
彼得和约翰因治好瘸腿者而被捕并受公会审问,他们放胆见证耶稣的复活并获释;随后信徒同心祷告、被圣灵充满,并凡物公用。
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἀρχιερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν,1 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
使徒对百姓说话的时候,祭司长们和守殿官并撒都该人忽然来到他们那里,因他们教训百姓,并在耶稣身上宣讲从死里复活,就很是恼怒,于是下手拿住他们;因为天已经晚了,就把他们押到第二天。
πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε.
但听道之人有许多信的,男人的数目约到五千。
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ (καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καιάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ) καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
到了第二天,官长、长老和文士在耶路撒冷聚会,(又有大祭司亚那和该亚法、约翰、亚历山大,并大祭司的亲族都在那里),叫使徒站在当中,就问他们说:“你们凭什么能力,或奉谁的名做这事呢?”
τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
那时彼得被圣灵充满,对他们说:“治民的官府和长老啊,倘若今日因为在残疾人身上所行的善事,查问我们他是因何得了痊愈,那么你们众人和以色列全民族都当知道,站在你们面前健健康康的这人,是因拿撒勒人耶稣基督的名;这耶稣,你们钉在十字架上,神却叫他从死里复活。
οὗτός ἐστιν "ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ" ὑμῶν "τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας."
他是 ‘你们 泥水匠所弃的石头,已成了房角的头块石头。’
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
除他以外,别无拯救;因为在天下人间,没有赐下别的名,我们可以靠着得救。”
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάνου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
他们见彼得、约翰的胆量,又看出他们原是没有学问的平民,就甚希奇,又认明他们是跟过耶稣的;又看见那治好了的人和他们一同站着,就无话可驳。
κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους λέγοντες Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι·
于是吩咐他们到公会外面去,就彼此商议说:“我们当怎样办这些人呢?因为借着他们行了一件明显的神迹,是凡住耶路撒冷的人都知道的,我们也不能否认。
ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
惟恐这事越发传扬在民间,我们必须警戒他们,不可再奉这名对任何人讲论。”
καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι [τοῦ] Ἰησοῦ.
于是叫了他们来,吩咐他们总不可奉耶稣的名发言,也不可教训人。
ὁ δὲ Πέτρος καὶ Ἰωάνης ἀποκριθέντες εἶπαν πρὸς αὐτούς Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ κρίνατε, οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
彼得、约翰回答他们说:“听从你们,不听从神,这在神面前合理不合理,你们自己判断吧!因为我们所看见所听见的,我们不能不说。”
οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
官长为百姓的缘故,想不出法子刑罚他们,又恐吓一番,把他们释放了;这是因众人为所行的奇事都归荣耀与神。
ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
原来借着神迹得医治的那人有四十多岁了。
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
二人既被释放,就到自己人那里去,把祭司长和长老所说的话都告诉他们。
οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν Δέσποτα, σὺ ὁ "ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα"
他们听见了,就同心合意地高声向神说:“主啊,你是那 ‘造天、地、海和其中万物’
"τὰ ἐν αὐτοῖς," ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών2 "Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;"
的, 你曾借着圣灵托我们祖宗——你仆人大卫的口说: ‘外邦为什么争闹? 万民为什么谋算虚妄的事?
" παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ."
世上的君王一齐起来, 臣宰也聚集在一起, 要对抗主,并对抗他的受膏者。’
συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πειλᾶτος σὺν "ἔθνεσιν" καὶ "λαοῖς" Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλὴ προώρισεν γενέσθαι.
希律和本丢·彼拉多,外邦人和以色列民,果然在这城里聚集,要攻打你所膏的圣仆耶稣,行你手和你旨意所预定要成就的一切事。
καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρα ἐκτείνειν σε εἰς ἴασιν3 καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
他们恐吓我们,现在求主鉴察,一面叫你仆人大放胆量讲你的道,一面伸出你的手来医治疾病,并藉着你圣仆耶稣的名行神迹奇事。”
καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
祷告完了,聚会的地方震动,他们就都被圣灵充满,放胆讲论神的道。
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς πάντα κοινά.
那许多信的人都是一心一意的,没有一人说他的东西有一样是自己的,都是大家公用。
καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
使徒大有能力,见证主耶稣复活;众人也都蒙大恩。
οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
因为他们当中没有一个缺乏的;因为凡有田产房屋的都卖了,把所卖的价银拿来,放在使徒脚前,照各人所需用的,分给各人。
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον Υἱὸς Παρακλήσεως, Λευείτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
有一个利未人,生在塞浦路斯,名叫约瑟,使徒称他为巴拿巴(巴拿巴翻出来就是安慰之子),他有田地,也卖了,把价银拿来,放在使徒脚前。
- 4.2ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν
介词短语 ἐν τῷ Ἰησοῦ 意为“在耶稣身上(以耶稣为例证)”。它不仅仅表示“借着耶稣”这一手段,而是指死人复活这一教义在耶稣身上得到了实际的体现和证实。撒都该人之所以恼怒,正是因为使徒以耶稣的复活为证据,向百姓宣讲死人复活的道理。
- 4.25ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών
定冠词 ὁ 与分词 εἰπών 构成名词性分词短语(“那曾说……的”),其间插入了多重属格与介词短语的错置结构(hyperbaton)。其骨干结构是修饰 εἰπών 的两重媒介:διὰ πνεύματος ἁγίου(藉着圣灵)以及 [διὰ] στόματος Δαυεὶδ τοῦ πατρὸς ἡμῶν παιδός σου(藉着你仆人——我们祖宗大卫的口)。
- 4.30ἐν τῷ τὴν χεῖρα ἐκτείνειν σε εἰς ἴασιν
介词 ἐν 加上带定冠词的不定词(ἐν τῷ ἐκτείνειν)构成表示伴随或时间(“当……的时候/一面伸出……”)的结构。不定词的逻辑主语为宾格代词 σε(指神)。其后的另一个不定词 γίνεσθαι(“得以行出”)与之并列,同受 ἐν τῷ 的统辖。
