← 新约圣经

使徒行传

§3.1-3.26

美门医治瘸腿者与彼得在所罗门廊下的讲道

彼得与约翰在圣殿美门奉耶稣的名医好一个生来瘸腿的人;面对惊奇的众人,彼得在所罗门廊下讲道,宣告基督的复活与先知预言的应验,呼吁众人悔改。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

Πέτρος δὲ καὶ Ἰωάνης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην, καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, ὃς ἰδὼν Πέτρον καὶ Ἰωάνην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν.

申初祷告的时候,彼得、约翰上圣殿去。有一个人,从母胎里就是瘸腿的,正被人抬来;他们天天把他放在那名叫美门的殿门前,好求进殿的人施舍。他看见彼得、约翰将要进殿,就求他们施舍。

§3.4

ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάνῃ εἶπεν Βλέψον εἰς ἡμᾶς.

彼得同约翰定睛看他,说:“你看我们!”

§3.5

ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν.

那人就留意看他们,期望从他们得着什么。

§3.6

εἶπεν δὲ Πέτρος Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει.

彼得说:“金银我都没有,只把我所有的给你:奉拿撒勒人耶稣基督的名,行走!”

§3.7

καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.

于是拉着他的右手,扶他起来;他的脚和踝子骨立刻健壮了,就跳起来,站着,又行走,同他们进了殿,走着,跳着,赞美神。

§3.9

καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

百姓都看见他行走,赞美神;认得他是那素常坐在殿的美门前求施舍的,就因他所遇着的事满心希奇、惊讶。

§3.11

Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.

那人正在拉着彼得和约翰的时候,众百姓一齐跑到他们那里,在称为所罗门的廊下,满心惊奇。

§3.12

ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν Ἄνδρες Ἰσραηλεῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;1 "ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν," ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πειλάτου, κρίναντος ἐκείνου ἀπολύειν·

彼得看见,就对百姓说:“以色列人哪,为什么因这事希奇呢?为什么定睛看我们,以为我们凭自己的能力和虔诚使这人行走呢? 亚伯拉罕、以撒、雅各的神,就是我们列祖的神, 已经荣耀了他的仆人耶稣;这耶稣是你们交付给人的,彼拉多定意要释放他,你们却在彼拉多面前弃绝了他。

§3.14

ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.

你们弃绝了那圣洁公义者,反倒求着释放一个凶手给你们;你们杀了那生命的开创者,神却叫他从死里复活了;我们都是这事的见证人。

§3.16

καὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

因信他的名,他的名便叫你们所看见所认识的这人健壮了;正是借着他而来的信,在你们众人面前赐给了他这完全的康健。

§3.17

καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·

弟兄们,我如今知道你们作这事是出于不知,你们的官长也是如此。

§3.18

ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως.

但神藉着众先知的口所预先宣告他的基督将要受害的事,就这样应验了。

§3.19

μετανοήσατε οὖν καὶ ἐπιστρέψατε πρὸς τὸ ἐξαλιφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι2 ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν.

所以,你们当悔改归正,使你们的罪得以涂抹,这样,那安舒的日子就必从主面前来到,主也必差遣所预定给你们的基督,就是耶稣。天必留他,直到万物复兴的时候,就是神从古以来藉着他圣先知的口所说的。

§3.22

Μωυσῆς μὲν εἶπεν ὅτι "Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς."

摩西曾说: ‘主神要从你们弟兄中间给你们兴起一位先知像我,凡他向你们所说的一切话,你们都要听从。’

§3.23

"ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. "

‘凡不听从那先知的,必从民中全然灭绝。’

§3.24

καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.

并且从撒母耳起,以及继他之后的众先知,凡说过话的,也都预先宣告了这些日子。

§3.25

ὑμεῖς ἐστὲ οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ὁ θεὸς διέθετο πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ "Καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς."

你们是先知的子孙,也是神与你们祖宗所立之约的子孙,神曾对亚伯拉罕说: ‘地上万族都要因你的后裔得福。’

§3.26

ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον3 ἀπὸ τῶν πονηριῶν [ὑμῶν].

神既兴起他的仆人,就先差他到你们这里来,赐福给你们,叫你们各人回转,脱离你们的罪恶。”

语法注3 条
  1. 3.12πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν

    属格冠词不定词 τοῦ περιπατεῖν 用作动词 πεποιηκόσιν 的宾语从句或结果补足语,意为“使他行走”。动词 ποιέω 通常支配宾格加不定词,此处使用 τοῦ 加不定词表示结果或内容,是受七十士译本希伯来语句法影响的表现。

  2. 3.21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι

    在不定词复合结构中,οὐρανόν 与关系代词 ὅν 均为宾格,语法上存在两种可能:(1) οὐρανόν 为主语,ὅν 为宾语,意为“天必须接纳他”;(2) ὅν(基督)为主语,οὐρανόν 为宾语,意为“他必须领受(进入)天”。结合上下文关于基督在天留存直至复兴的末世论语境,采纳解释(1)。

  3. 3.26ἐν τῷ ἀποστρέφειν ἕκαστον

    介词 ἐν 与与格冠词不定词搭配,表示手段(“借着叫……回转”)或伴随状况。动词 ἀποστρέφειν 既可作及物动词(以 ἕκαστον 为宾语,指神使各人回转),亦可作不及物动词(以 ἕκαστον 为不定词的主语,指各人自行回转)。结合前文表示神主动赐福的分词 εὐλογοῦντα,此处作为及物动词处理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:3.1-3.26