← 新约圣经

使徒行传

§2.25-2.47

宣告基督复活与初期教会的建立

彼得引用诗篇阐明大卫所预言的是基督的复活与升天,宣告耶稣被立为主、为基督;听众扎心悔改,约有三千人受洗,信徒们由此过起凡物公用、恒切交接的初期教会生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25

Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν "Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ."

大卫指着他说: “我看见主常在我眼前; 因他在我右边,使我不至于摇动。”

§2.26

" διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι·"

“ 所以我心里欢喜,我的舌头快乐; 并且我的肉身还要安居在指望中。”

§2.27

" ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν."

“ 因你必不将我的灵魂撇在阴间, 也不叫你的圣者见朽坏。”

§2.28

" ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου."

“ 你已将生命的道路指示我, 必叫我因见你的面,得着满足的快乐。”

§2.29

Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας1 πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·

弟兄们,论到先祖大卫,我可以放胆对你们说:他死了,也埋葬了,并且他的坟墓直到今日还在我们这里。

§2.30

προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι "ὅρκῳ ὤμοσεν αὐτῷ" ὁ θεὸς "ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι" "ἐπὶ τὸν θρόνον αὐτοῦ," προιδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι "οὔτε ἐνκατελείφθη εἰς ᾄδην οὔτε" ἡ σὰρξ αὐτοῦ "εἶδεν διαφθοράν."

大卫既是先知,又晓得神曾向他起誓,要从他的后裔中立一位坐在他的宝座上,就预先看明,讲论基督复活说:他既没有被撇在阴间,他的肉身也没有见朽坏。

§2.32

τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες.2

这耶稣,神已经叫他复活了,我们都为这事作见证。

§2.33

τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς3 τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς [καὶ] βλέπετε καὶ ἀκούετε.

他既被高举在神的右边,又从父受了所应许的圣灵,就把你们所看见、所听见的,浇灌下来。

§2.34

οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός "Εἶπεν Κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου" " ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου."

大卫并没有升到天上,但他自己说: “主对我主说:你坐在我的右边,” “等我使你的仇敌作你的脚凳。”

§2.36

ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

故此,以色列全家当确实地知道,你们钉在十字架上的这位耶稣,神已经立他为主,为基督了。

§2.37

Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν,4 εἶπάν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι "τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος" ὁ θεὸς ἡμῶν.

众人听见这话,觉得扎心,就对彼得和其余的使徒说:“弟兄们,我们当怎样行?” 彼得对他们说:“你们各人要悔改,奉耶稣基督的名受洗,叫你们的罪得赦,就必领受所赐的圣灵;因为这应许是给你们和你们的儿女,并一切在远方的人,就是凡主我们神所召来的人。”

§2.40

ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.

彼得还用许多别的话作见证,劝勉他们说:“你们当救自己脱离这弯曲的世代。”

§2.41

Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.

于是,接纳他话的人就受了洗;那一天,约添了三千人。

§2.42

ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

他们都恒心遵守使徒的教训,彼此交接,擘饼,祈祷。

§2.43

Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλὰ δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

众人都惧怕;使徒又行了许多奇事神迹。

§2.44

πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν·

信的人都在一处,凡物公用,并且卖了田产、家业,照各人所需用的分给各人。

§2.46

καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σωζομένους καθʼ ἡμέραν ἐπὶ τὸ αὐτό.

他们天天同心合意恒切地在殿里,且在家中擘饼,存着欢喜、诚实的心用饭,赞美神,得众民的喜爱。主将得救的人天天加给他们。

语法注4 条
  1. 2.29ἐξὸν εἰπεῖν μετὰ παρρησίας

    非人称动词 ἔξεστι(准许、可以)的中性单数主格现在分词 ἐξόν 构成的分词谓语结构,在此处省略了系动词 ἔστιν 而作主句起首,意为“容我坦然/放胆对你们说”。

  2. 2.32οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες

    属格关系代名词 οὗ 既可以指代前文的耶稣(Ἰησοῦν,作目的格属格,“我们都是他的见证人”),也可以指代前句所陈述的“神叫他复活”这一整件事实(“我们都为此事作见证”)。两种理解在语法上皆成立且语义贯通。

  3. 2.33τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς

    与格 τῇ δεξιᾷ 既可解释为工具/方式与格(“被神的右手高举”),亦可解释为处所/方向与格(“被高举在神的右边”)。结合下文引用的诗篇110:1(“坐在我的右边”),理解为处所/地位的“在神右边”更为贴切,但工具与格的理解在语法上也同样成立。

  4. 2.37κατενύγησαν τὴν καρδίαν

    在被动语态动词 κατενύγησαν(被扎、受刺痛)之后,对格名词 τὴν καρδίαν 用作关系/限制对格(accusative of respect/specification),限定动作发生的范围,意为“在心灵上被扎”或“心里觉得扎心”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:2.25-2.47