- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:27.23-27.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗宣告天使的应许,安慰众人必全数得救,并在阻止水手弃船后劝大家进食。天亮后他们设法将船驶向沙滩,船虽在浅滩破裂,但所有人最终都平安脱险登岸。
παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ οὗ εἰμί, ᾧ καὶ λατρεύω, ἄγγελος λέγων Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
因为我所属、我也事奉的神,他的使者昨夜站在我身旁,说:‘保罗,不要惧怕;你必须站在凯撒面前;看哪,神把所有与你同船航行的人都赐给你了。’
διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθʼ ὃν τρόπον λελάληταί μοι.
所以,诸位请放心;因为我信神,他对我怎样说,事情也必怎样成就。
εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
只是我们必须搁浅在某座岛上。”
Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἁδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.1
到了第十四天夜里,我们在亚得里亚海漂荡,大约半夜的时候,水手们觉察到有某处陆地正向他们靠近。
καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
他们就探水深,探得有二十寻;稍往前行,又探水深,探得有十五寻。
φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
又怕我们落在岩石险滩上,就从船尾抛下四个锚,期盼天亮。
Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν,2 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
水手们想要逃离这条船,就把小艇放进海里,假称要从船头把锚抛得更远。保罗就对百夫长和兵士们说:“这些人若不留在船上,你们就不能得救。”
τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
于是兵士们砍断小艇的绳索,任由它掉落下去。
Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι·
直到天快要亮的时候,保罗劝众人进食,说:“你们悬望忍饥不吃什么,今天已经是第十四天了。
διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει·3 οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται.
所以我劝你们吃些食物,因为这是关乎你们保全性命的;因为你们各人连一根头发也不至于失落。”
εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
说了这些话,他拿起饼来,在众人面前向神祝谢了,掰开,开始吃起来。
εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
于是众人都振作起来,自己也吃了食物。
ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ ὡς ἑβδομήκοντα ἕξ.
我们在船上的总人数,大约有七十六个人。
κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
他们吃饱了食物,就把麦子抛进海里,借此减轻船的重量。
Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐκσῶσαι τὸ πλοῖον.
天亮的时候,他们认不出那是什么地方,却发现一个有沙滩的海湾,他们商议若是可能,就把船拢上岸去。
καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
于是割断了锚,任其留在海里,同时解开舵绳,扯起前帆迎风,向沙滩驶去。
περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας.
但他们碰上一处两海汇合的浅滩,就把船搁了浅;船头扎住不动,船尾却被〔海浪的〕猛力冲坏了。
Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾷν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς4 οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
兵士的意思是要把囚犯杀了,免得有人泅水逃走;但百夫长想要保全保罗,就制止他们的意图,命令会游泳的人先跳入水中逃上岸去,其余的人,有的用木板,有的用船上的碎木片。这样,大家都平安上了岸。
- 27.27προσάγειν τινὰ αὐτοῖς χώραν
航海习用语,以水手的视角表达“有某处陆地正向他们接近”(即船只靠近陆地)。χώρα 作为不定式 προσάγειν 的主语,αὐτοῖς 为间接宾语(与格)。
- 27.30προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν
προφάσει 为副词性与格,意为“以……为借口”。后接 ὡς 及属格独立结构(μελλόντων ἐκτείνειν),表示假托的、表面上的借口(“仿佛他们打算从船头抛锚”)。
- 27.34πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει
介词 πρὸς 支配属格,在此表示益处或目的,意为“有利于/关乎你们的得救(保全)”。
- 27.43ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς
ἀπορίψαντας 带有反身含义(省略了 ἑαυτούς),意为“跳入海中/纵身投水”。ἐκέλευσεν 先后支配两个不定式主语:一是会游泳的人(τοὺς δυναμένους κολυμβᾷν),二是其余的人(τοὺς λοιποὺς);后面的 οὓς μέν... οὓς δέ 与 τοὺς λοιποὺς 构成部分同位语。
