- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:28.1-28.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海难后保罗一行平安登上马耳他岛,保罗免于蛇毒并医治病人,随后顺利抵达罗马。保罗召集当地犹太领袖阐明自己并宣讲福音,在众人意见分歧时指出救恩将转向外邦人,此后在自租的居所毫无阻碍地传扬神国达整整两年。
Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελιτήνη ἡ νῆσος καλεῖται.
我们得救以后,这才知道那座岛名叫马耳他。
οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψύχος.
土人看待我们,有非常的情分;因为当时下雨,天气又冷,他们就生了火,接待我们众人。
συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.1
保罗拾起一捆柴,放在火上,有一条毒蛇因为热气出来,缠住了他的手。
ὡς δὲ εἶδαν οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασεν.2
土人看见那毒物悬在他手上,就彼此说:“这个人必是个凶手,虽然从海里得了救,公义的女神却不容他活着。”
ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
保罗却把那毒物甩在火里,并没有受到任何伤害。
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
他们本来等着看他发肿,或者忽然跌倒死去;但等了很久,见没有什么异常临到他身上,就改变主意,说他是个神。
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ἡμέρας τρεῖς φιλοφρόνως ἐξένισεν.
在那地方附近,有岛上的首长,名叫部百流,拥有田产;他接纳我们,善意款待了三天。
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
正巧部百流的父亲患了热病和痢疾躺着;保罗进去到他那里,祷告并按手在他身上,治好了他。
τούτου δὲ γενομένου [καὶ] οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
这事发生以后,岛上其余患病的人也都前来,得了医治。他们也以多方的敬礼厚待我们;到了开船的时候,又把必需的物品装在船上。
Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις.
过了三个月,我们上了一只在岛上过冬的亚历山大船起航,船标是双子星。
καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, ὅθεν περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον.
我们在叙拉古靠岸,停留了三天;从那里起锚,到达利基翁。
καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν3 εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρʼ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
过了一天,起了南风,第二天我们就来到部丢利。我们在那里遇见弟兄,应他们的邀请同住了七天。这样,我们就来到了罗马。
κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
那里的弟兄们听见了关于我们的事,就出来迎接我们,直到亚比乌市和三馆;保罗见了他们,就感谢神,壮起胆来。
Ὅτε δὲ εἰσήλθαμεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
当我们进了罗马,保罗获准独自居住,有一名看守他的兵士同在。
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συνκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἰεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
过了三天,他召集犹太人的首领;他们聚集之后,他就对他们说:“诸位弟兄,我并没有做过任何违背本族或祖宗规矩的事,却被当作囚犯从耶路撒冷交在罗马人手里。他们审问了我,因为在我身上并没有任何该死的罪,本想释放我;但因犹太人反对,我不得已只得上告凯撒,并不是要对我本国控告什么。
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, εἵνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.4
因此,我才请你们来相见谈话;因为我正是为了以色列的指望,才佩戴这条锁链的。”
οἱ δὲ πρὸς αὐτὸν εἶπαν Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
他们对他说:“我们既没有从犹太收到关于你的信件,来到这里的弟兄中也没有人报告或说到你有什么坏处。
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστὶν ὅτι πανταχοῦ ἀντιλέγεται.
但我们认为应当从你听听你所想的是什么;因为关于这个教派,我们确实知道到处都有人反对它。”
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθαν πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωυσέως καὶ τῶν προφητῶν ἀπὸ πρωὶ ἕως ἑσπέρας.
他们同他约定了日子,就有更多的人来到他的寓所;保罗从早到晚向他们讲解,郑重为神的国作见证,从摩西的律法和先知的书里劝导他们相信耶稣。
Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν, ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαίου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν λέγων "Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·" " ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς."
有的人信服所说的话,有的人却不信;他们彼此不合,正要散开的时候,保罗说了一句话:“圣灵借先知以赛亚对你们祖宗所说的,真是恰切!他说: ‘ 你去对这百姓说: 你们听是听见,却绝不明白; 看是看见,却绝不省悟; ’ ‘ 因为这百姓的心蒙了脂油, 耳朵发沉, 眼睛闭着; 免得他们眼睛看见, 耳朵听见, 心里明白,回转过来, 便被我医治。’
γνωστὸν οὖν ὑμῖν ἔστω ὅτι "τοῖς ἔθνεσιν" ἀπεστάλη τοῦτο "τὸ σωτήριον τοῦ θεοῦ·" αὐτοὶ καὶ ἀκούσονται.
所以你们当知道, ‘向外邦人’ 这 ‘神的救恩’ 已经传去了;他们也必听从。”
Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
保罗在自己租住的屋子里住了足足两年;凡来见他的人,他都接待,放胆传讲神的国,教导主耶稣基督的事,毫无阻碍。
- 28.3καθῆψε τῆς χειρὸς αὐτοῦ
主动管辖动词 καθάπτω(此处为主动不定过去时 καθῆψε)后接表示接触或身体接触部位的属格 τῆς χειρός,意为“紧咬住/缠住他的手”。不仅中动形 καθάπτομαι,主动形式亦可带属格宾语以表示所抓住或附着的身体部位。
- 28.4ἡ δίκη ζῇν οὐκ εἴασεν
以拟人化的“公义/报应之神”(ἡ δίκη)作主语。不定过去时 εἴασεν 在此表达土人们认为其遭咬伤后命运已定、断无生路的确信态势,即公义“不容他活着”。
- 28.13δευτεραῖοι ἤλθομεν
时间序数形容词 δευτεραῖοι 与动词 ἤλθομεν 的主语(第一人称复数“我们”)在性、数、格上一致,在句中作表语性/状语性修饰,意为“我们在第二天到达”。这是希腊语中用主语修饰形容词替代时间副词短语的典型修辞表达。
- 28.20τὴν ἅλυσιν ταύτην περίκειμαι
动词 περίκειμαι 本为不及物动词(“环绕在旁”),在此用作主动使役动词 περιτίθημι(“将……置于周围/穿戴”)的被动或中动对等语,保留了原本受事成分的宾格(τὴν ἅλυσιν ταύτην,保留宾格),意为“我佩戴着这条锁链/被这条锁链捆绑”。
