- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:27.1-27.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗等人被交给百夫长犹流押送前往意大利,换船后在海上遭遇暴风“友拉革罗”并漂流多日,保罗站出来劝众人放心,宣告无人会丧命。
Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς1 εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς.
既然决定了我们要坐船往意大利去,他们就把保罗和别的几个囚犯交给御营里一个名叫犹流的百夫长。
ἐπιβάντες δὲ πλοίῳ Ἁδραμυντηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως·
我们上了一只亚大米田的船,这船要沿着亚细亚沿海各处航行,我们就开了船;有帖撒罗尼迦的马其顿人亚里达古和我们同去。
τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν.
第二天,我们在西顿靠岸;犹流善待保罗,准他去见朋友,接受照料。
κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθαμεν εἰς Μύρρα τῆς Λυκίας.
从那里又开船,因为风不顺,我们就贴着塞浦路斯背风岸航行。横过基利家和旁非利亚一带的海面,我们就到了吕家的每拉。
Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρινὸν πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
在那里,百夫长找到一只亚历山大的船要开往意大利去,就叫我们上了那船。
ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασέα.
一连多日,船行得慢,好不容易到了克尼督对面;因为风不容我们前进,我们就贴着克里特背风岸,在撒摩尼对面航行;我们沿着海岸艰难地航行,来到一个名叫佳澳的地方,离那里不远有一座城名叫拉西亚。
Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.2
走过了许多日子,甚至禁食的节期也已经过去了,航行现在甚是危险,保罗就劝告他们说:“诸位,我看这次航行,不仅货物和船只要受伤害、遭大损失,连我们的性命也是如此。”
ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ Παύλου λεγομένοις.
但百夫长信从舵手和船主,胜过信从保罗所说的。
ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
又因为这个港口不便过冬,大多数人就商议要从那里开船,看能不能赶到非尼基去过冬;那是克里特的一个港口,朝向西南和西北。
Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
这时微弱的南风吹起,他们以为已经达到了目的,就起了锚,贴着克里特近岸航行。
μετʼ οὐ πολὺ δὲ ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος Εὐρακύλων· συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα.
过了不久,就有一股名叫“友拉革罗”的狂风从岛上扑下来;船被卷住,不能迎风顶进,我们就任其摆布,随风漂去。
νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης, ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
贴着一个小岛的背风岸奔驶,那岛名叫高大,我们好不容易才控制住了小艇;把它拉上来以后,他们就用救护用具捆绑船底;又怕搁浅在赛耳底沙滩上,就降下帆具,任由这样漂去。
σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔριψαν.
我们被风浪颠簸得很厉害,第二天他们就开始抛弃货物;到了第三天,他们亲手把船上的用具扔了出去。
μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σώζεσθαι ἡμᾶς.
太阳和星辰一连多日不显露,又有狂风暴雨猛烈压来,从此我们得救的一切指望都渐渐断绝了。
Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.3
众人多日没有进食,那时保罗站在他们中间说:“诸位,你们本该听从我的话,不开船离开克里特,免得遭受这样的伤害和损失。
καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου·
现在我还劝你们放心,因为你们中间没有一个人会丧命,惟独失掉这只船。”
- 27.1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς
带属格冠词的不定式短语 τοῦ ἀποπλεῖν ἡμᾶς 作非人称被动动词 ἐκρίθη 的主语。在古典希腊语中通常直接用不定式,但在通用希腊语(Koine)中,属格不定式常用来充当动词的主语或宾语,以表达决议或企图的具体内容。
- 27.10θεωρῶ ὅτι ... μέλλειν ἔσεσθαι τὸν πλοῦν
语法上的混交结构(破格):连词 ὅτι 之后没有接限定动词,而是接了“带宾格的不定式”结构(μέλλειν ἔσεσθαι τὸν πλοῦν)。这是将 ὅτι 引导的从句与感知动词 θεωρῶ 支配的宾格不定式两种句式混杂在了一起。
- 27.21κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν
动词 κερδαίνω 通常意为“获得、盈利”,但此处带有表示危险和损害的宾语(τὴν ὕβριν καὶ τὴν ζημίαν),转用作惯用表达,意为“免受、幸免于”某种祸患(将免遭损失视同一种赚得)。
