- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:26.1-26.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗在亚基帕王面前分诉,陈述了自己作为法利赛人的出身、往大马士革路上的蒙召,以及对基督复活的见证。非斯都与亚基帕虽确认其无罪,但因保罗已向凯撒上诉而无法予以释放。
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι, μάλιστα γνώστην ὄντα σε1 πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
亚基帕对保罗说:“准你为自己辩护。”于是保罗伸手分诉说:“亚基帕王啊,关于犹太人指控我的一切事,我今天能在你面前分诉,甚感庆幸,尤其是因为你熟悉犹太人的一切规矩和争端;所以求你宽容听我。
Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἰεροσολύμοις ἴσασι πάντες Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
我从幼年起,在自己本族中以及在耶路撒冷从起初的生活为人,所有的犹太人都知道;他们若肯作见证,从起初就认识我,知道我是按着我们教门中最严谨的宗派,生活为一个法利赛人。
καὶ νῦν ἐπʼ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ·
现在我站在这里受审,是因为指望神向我们祖宗所应许的; 这应许,我们十二个支派昼夜热切事奉神,都指望得以达到的;王啊,正是为了这个指望,我被犹太人控告!
τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
神使死人复活,在你们看来为什么被断定为不可信呢?
Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποίησα ἐν Ἰεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
其实我自己从前也以为,应当针对拿撒勒人耶稣的名多方行敌对的事;我在耶路撒冷也正是这样行的:不仅从祭司长们领了权柄,把许多圣徒关在监里,并且当他们被处死时,我也投了赞同票;而且在各会堂里,我屡次用刑强逼他们说亵渎的话;又对他们极其狂暴,甚至追逼他们直到外邦的城邑。
Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
在这些情形下,我带着祭司长们的权柄和委任往大马士革去;王啊,中午在路上,我看见从天降下一道光,比太阳还要明亮,环照着我和同行的人。
πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἐβραΐδι διαλέκτῳ Σαούλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
我们都倒在地上,我就听见有声音用希伯来方言对我说:‘扫罗,扫罗,你为什么逼迫我?你踢刺是难的。’
ἐγὼ δὲ εἶπα Τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
我说:‘主啊,你是谁?’主说:‘我就是你所逼迫的耶稣。
ἀλλὰ ἀνάστηθι καὶ "στῆθι ἐπὶ τοὺς πόδας σου·" εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι, "ἐξαιρούμενός σε" ἐκ τοῦ λαοῦ καὶ "ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε ἀνοῖξαι ὀφθαλμοὺς" αὐτῶν, τοῦ "ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς" καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
但你起来, “站立起来;” 我向你显现,正是为此,要选定你作仆役和见证人,为你所见关于我的事,以及我将要向你显现的事作见证;“我必搭救你” 脱离本国子民和 “外邦人,我差遣你到他们那里去,要开” 他们的眼睛, 使他们 “从黑暗归向光明,” 从撒但权下归向神,叫他们因信我而得蒙赦罪,并在成圣的人中承受基业。’
Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἰεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
因此,亚基帕王啊,我没有违背那从天上来的异象;反倒先在大马士革,又在耶路撒冷,以及犹太全境,并且向外邦人传讲,叫他们悔改归向神,行事与悔改的心相称。
ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
因这些事,犹太人在圣殿里抓住了我,企图杀害我。
ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωυσῆς, εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
然而我蒙神的帮助,直到今日还能站立,向尊卑老少作见证;除了先知和摩西所说必要发生的事以外,我并没有讲别的,就是基督必须受害,并且作为从死人复活的首位,要将光传扬给本国子民和外邦人。”
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησίν Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
保罗这样分诉的时候,非斯都大声说:“保罗,你癫狂了!你的大学问使你癫狂了。”
ὁ δὲ Παῦλος Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
保罗却说:“非斯都大人,我没有癫狂,我说的乃是真实和清醒的话。
ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
因为王知道这些事,我也放胆向王讲论;我深信这些事没有一件向他是隐瞒的,因为这不是在角落里做的事。
πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
亚基帕王啊,你信先知吗?我知道你是信的。”
ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.2
亚基帕对保罗说:“你想稍微劝劝,就能使我做基督徒吗?”
ὁ δὲ Παῦλος Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
保罗说:“无论少劝还是多劝,我向神所求的,不但你一个人,而且今天听我的一切人,都能成为像我这样的人,只是不要有这些锁链。”
Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς, καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον πράσσει ὁ ἄνθρωπος οὗτος.
于是王、总督、百尼基,以及同坐的人都站起来,退到一旁,彼此谈论说:“这个人并没有犯什么该死或该监禁的罪。”
Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.3
亚基帕对非斯都说:“这个人若没有向凯撒上诉,本来是可以被释放的。”
- 26.3μάλιστα γνώστην ὄντα σε
宾格分词短语 γνώστην ὄντα σε 在语法上脱离了前一节中的 ἐπὶ σοῦ(属格/代词),作为实质上的宾格绝对分词(accusative absolute)或句法脱节出现,在逻辑上表达原因,修饰全句:“尤因您深悉……”。
- 26.28Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι
短语 ἐν ὀλίγῳ 可解为“在短时间内”、“用寥寥数语”或“几乎/差一点”。主动不定词 ποιῆσαι 既可作及物理解(“使我成为基督徒”),亦可指“(由我)作基督徒”。结合下一节保罗的对应答语 καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ(“无论是少还是多/短期还是长期”),此处应理解为亚基帕带着讽刺或试探的反问:“你想凭这么少许言辞/在这么短的时间里,就劝我成为基督徒吗?”
- 26.32Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα
过去非真实条件句(反事实条件)。条件从句由 εἰ 连结过去完成时直陈语气(ἐπεκέκλητο)表示与过去事实相反的假设;主句则采用表示能力的情态动词未完成过去直陈语气(ἐδύνατο)结合完成时不定词(ἀπολελύσθαι),按希腊语惯用法在省略小词 ἄν 的情况下表达“本可以被释放(而实际上未能)”。
