- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:25.1-25.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
新总督非斯都拒绝了犹太领袖将保罗押至耶路撒冷的企图并在该撒利亚开庭,保罗当庭向凯撒上诉。随后亚基帕王来访,非斯都向其陈述保罗一案,并安排在王面前举行听证,以便查明罪名向皇帝呈报。
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἰεροσόλυμα ἀπὸ Καισαρίας, ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.1
非斯都到了行省任所,过了三天,就从该撒利亚上耶路撒冷去。祭司长们和犹太人的首领们向他控告保罗,并恳求他,请求不利于他〔保罗〕的恩情,好把他提解到耶路撒冷;他们预先设下埋伏,要在路上杀害他。
ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισαρίαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
非斯都却回答说,保罗正被拘押在该撒利亚,而他自己也快要往那里去。
Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συνκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
于是他说:“你们中间有权势的人可以同我一起下去,那人若有什么不是,就控告他吧。”
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισαρίαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
非斯都在他们那里住了不过八天或十天,就下到该撒利亚;第二天,他坐上审判席,吩咐把保罗带上来。
παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἰεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
保罗一到,从耶路撒冷下来的犹太人就围站着他,提出了许多又重又无法证实的指控;保罗分诉说:“无论对犹太人的律法、对圣殿、还是对凯撒,我都没有犯过任何罪。”
ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν Θέλεις εἰς Ἰεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπʼ ἐμοῦ;
非斯都想要讨犹太人的欢心,就回答保罗说:“你愿意上耶路撒冷去,在那里就这些事在我面前受审吗?”
εἶπεν δὲ ὁ Παῦλος Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός εἰμι,2 οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκηκα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
保罗说:“我现在正站在凯撒的审判席前,这是我当受审的地方。正如你也非常清楚知道的,我并没有亏负过犹太人什么。
εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδὲν ἔστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
我若行事不义,犯了该死的罪,我并不推辞受死;但如果这些人所控告我的事全无实据,谁也不能把我作为人情送给他们。我要向凯撒上诉。”
τότε ὁ Φῆστος συνλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
那时,非斯都与谋士们商量之后,回答说:“你既然向凯撒上诉,就要往凯撒那里去。”
Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισαρίαν ἀσπασάμενοι τὸν Φῆστον.
过了几天,亚基帕王和百尼基到达该撒利亚,向非斯都致敬。
ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων Ἀνήρ τίς ἐστιν καταλελιμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ γενομένου μου εἰς Ἰεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ καταδίκην·
因他们在那里住了多日,非斯都就把保罗的案子陈述给王听,说:“这里有一个腓力斯留下来的囚犯;当我在耶路撒冷的时候,犹太人的祭司长们和长老们控告他,求给他定罪。
πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
我对他们回答说,在被告未曾与原告面对面、未曾获得对所告之罪申辩的机会之前,把人作为人情交出,并不是罗马人的规矩。
συνελθόντων οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν,3 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.
因此,当他们聚集到这里时,我毫不耽延,第二天就坐上审判席,吩咐把那人带上来; 关于他,原告们站起来,并没有提出我所预料的任何恶行罪名,不过是同他有一些关于他们自己宗教上的争论,以及关于一个名叫耶稣、已经死了的人,保罗却断言他是活着的。
ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἰεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
我因对这些事的调查感到困惑,就问他是否愿意去耶路撒冷,在那里就这些事受审。
τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
但保罗上诉,要求留候奥古斯都的判决,我就吩咐看押他,直到我解送他去凯撒那里。”
Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.4 Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
亚基帕对非斯都说:“我自己也本想听听这个人。”非斯都说:“明天你就可以听他。”
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
次日,亚基帕和百尼基带着极大的盛仪来到,同千夫长们和城中的显要人士一起进了听讼堂;非斯都一下令,保罗就被带了进来。
καί φησιν ὁ Φῆστος Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συνπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχέν μοι ἔν τε Ἰεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.
非斯都说:“亚基帕王和同我们在此的诸位,你们看这个人,在耶路撒冷和在这里,犹太全众都曾向我恳求,喊叫说他不该再活着。
ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν.
但我查出他并没有犯过什么该死的罪;又因他自己向奥古斯都上诉,我便决定解送他去。
περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω·5
关于他,我并没有确定的事可以向主上奏禀;因此我带他来到你们面前,特别是来到你面前,亚基帕王啊,好在查问之后,我有东西可以呈报。
ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.
因为在我看来,解送囚犯而不指明针对他的罪名,乃是不合情理的。”
- 25.3ἐνεδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν
现在分词 ποιοῦντες 后接表示目的的不定式 ἀνελεῖν(“设下埋伏以在路上杀害他”),揭示了他们表面提出请求(αἰτούμενοι χάριν)背后暗藏的险恶图谋。
- 25.10Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός εἰμι
由完成时分词 ἑστώς 与现在时动词 εἰμί 构成的迂说法(periphrastic construction),不仅指身体站立,更强调保罗当前正正式处在凯撒法庭面前的受审法律地位。
- 25.18οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν
关系代词 ὧν 发生了格的同化(attractio relativi),由本应是宾格的 ἃ πονηρὰ ὑπενόουν 被同化为属格;同时 ὧν 与修饰的名词/形容词 πονηρῶν 发生倒装离隔(hyperbaton),结构为“我所预料的恶事之罪名”。
- 25.22Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι
未完成过去时直陈语气 Ἐβουλόμην 用于表达委婉或客气的意愿(polite imperfect),意为“我自己本也想听听这个人”,体现了礼貌的探询语气。
- 25.26ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω
在由 ὅπως 引导的目的从句中,嵌套了独立属格(τῆς ἀνακρίσεως γενομένης)、不定过去时虚拟语气 σχῶ,以及含有熟虑虚拟语气(deliberative subjunctive)的间接疑问句 τί γράψω(“我当写什么”)。
