← 新约圣经

使徒行传

§24.1-24.27

总督腓力斯面前的控告与保罗的申辩

大祭司亚拿尼亚等人前往凯撒利亚,借辩士帖土罗在总督腓力斯面前控告保罗,保罗则申明自己的清白与信仰而作了辩护。腓力斯延缓审决,将保罗予以宽松看押,直到两年后非斯都继任,仍将保罗留在监中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.

过了五天,大祭司亚拿尼亚和几个长老,并一个辩士帖土罗一同下来,向总督控告保罗。

§24.2

κληθέντος δὲ [αὐτοῦ] ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.

保罗被叫了来,帖土罗就开始控告他说:“最优秀的腓力斯大人,因着你,我们得享大平安,并且因着你的先见,这个民族得以实施多项整饬; 我们在凡事上、在各处,都满心感谢地领受。

§24.4

ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐνκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικίᾳ.

但为了不再多耽误你,我求你在你的宽容中,简略听我们说几句话。

§24.5

εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν1 καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν, παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας2 περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.

我们实在看出这人如同瘟疫一般,是在普天下所有犹太人中生乱的,又是拿撒勒教党的一个头目;他连圣殿也企图亵渎,我们也抓住了他。 你若亲自审问他,就能从他口中确知我们控告他的这一切事了。”

§24.9

συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.

犹太人们也都附和控告,断言事情确是如此。

§24.10

Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφʼ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ, καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.

总督点头示意叫保罗说话,保罗就回答说:“我知道你在这个民族中作审判官已有多年的年日,所以我乐意为关于我自己的事分诉;因为你可以确知,从我上耶路撒冷去礼拜到今日,不过十二天;并且他们在殿里,没有见过我和谁辩论,也没有见过我在会堂里或在城中聚众闹事;他们现在所控告我的事,也不能对你举出证据来。

§24.14

ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·

但我向你承认这点,就是按照他们所称为异端的道,我如此事奉我祖宗的神,信奉一切按着律法和先知书上所记的事;并且靠着神存着盼望,这盼望也是他们自己所等候的,就是将有义人和不义的人的复活。

§24.16

ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.

为此,我自己也竭力勉励,对神对人常存无亏的良心。

§24.17

διʼ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι3 καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ,— ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφʼ ὑμῶν.

过了好几年,我带着周济本族的捐项和祭物来; 就在我行这事的时候,他们在殿里见我洁净了,并没有聚众,也没有喧嚷;只是有几个从亚细亚来的犹太人——他们若有反对我的事,本应当来到你面前控告我; 或者,且由这班人自己说,当我站在公会面前时,他们到底找出了我有什么罪行;除非是指着我在他们中间站着喊叫的那一句话说:‘我今日在你们面前受审,是为着死人复活!’”

§24.22

Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπας Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς· διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.

腓力斯原本对这道的事知道得更为详确,就推延他们,说:“等千夫长吕西亚下来,我要审断你们的事”;并吩咐百夫长看押保罗,还要宽容他,也不禁止他的任何亲友来服侍他。

§24.24

Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.

过了几天,腓力斯和他自己的妻子犹太妇人德鲁西拉一起来,叫了保罗来,听他讲论对基督耶稣的信仰。

§24.25

διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη Τὸ νῦν ἔχον4 πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται [αὐτῷ] ὑπὸ τοῦ Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.

当保罗讲论公义、节制和将来的审判时,腓力斯甚觉恐惧,回答说:“你暂且退去吧,等我得便,再叫你来”;同时他又指望保罗会送他银钱,因此也更频繁地叫他来与他交谈。

§24.27

Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

过了整整两年,波求·非斯都接了腓力斯的任;腓力斯想要讨犹太人的欢心,就把保罗留在监里。

语法注4 条
  1. 24.5εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν

    本句以主格分词 εὑρόντες 开始,但由于其后接连出现关系从句(ὃς καὶ..., ὃν καὶ...),并未出现与之相呼应的主要限定动词,便直接转入了 παρʼ οὗ δυνήσῃ... 引出的从句,构成了破格文法(破格句)。在句意上表原因,说明他们认定并拿住保罗的缘由。

  2. 24.8παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας

    关系代名词 παρʼ οὗ 的先行词与前文关系代词 ὃν(“我们也抓住了他”)一致,指被告保罗本人,意即“你亲自审问他(保罗),便能得知……”。虽然西方文本等异文在此处插入了千夫长吕西亚之名从而使其成为先行词,但在当前批判文本(如NA28)中,其先行词必然指保罗。

  3. 24.19τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι

    τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι 以主格提出,但全句缺乏支配它的谓语限定动词,形成了悬空主格与破格停顿(破格句或急顿)。保罗本拟说明“是几个从亚细亚来的犹太人[看见我/挑起骚动]”,但话未说完便转入了关系从句 οὓς ἔδει...(“他们本应当来到你面前”),随后再以 ἢ(“或者”)引出替代选项。

  4. 24.25Τὸ νῦν ἔχον

    带有定冠词的中性分词短语构成的副词性宾格(惯用表达),字面义为“处于现状”,意即“目前”、“暂且”,是古典希腊语散文及希腊化时期的标准习语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:24.1-24.27