← 新约圣经

使徒行传

§23.1-23.35

保罗在公会受审与被护送至凯撒利亚

保罗在公会宣告死人复活的盼望,引发法利赛人与撒都该人的激烈分歧;随后犹太人谋害保罗的密谋败露,千夫长遂连夜派遣重兵将保罗护送往凯撒利亚的总督腓力斯处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.

保罗定睛看着公会,说:“各位弟兄,直到今日,我都在神面前本着全然无愧的良心行事为人。”

§23.2

ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.

大祭司亚拿尼亚就吩咐旁边站着的人打他的嘴。

§23.3

τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;

这时保罗对他说:“你这粉饰的墙,神要打你!你坐堂按律法审问我,却违犯律法吩咐人打我吗?”

§23.4

οἱ δὲ παρεστῶτες εἶπαν Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;

旁边站着的人说:“你辱骂神的大祭司吗?”

§23.5

ἔφη τε ὁ Παῦλος Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι "Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς."

保罗说:“弟兄们,我不知道他是大祭司;因为经上记着: ‘不可毁谤你百姓的官长。’”

§23.6

Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν κρίνομαι.

保罗看出其中一部分是撒都该人,另一部分是法利赛人,就在公会中喊着说:“各位弟兄,我是法利赛人,也是法利赛人的子孙。我现今受审,是为着死人复活的盼望!”

§23.7

τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.

他说了这话,法利赛人和撒都该人之间就起了争论,会众便分裂了。

§23.8

Σαδδουκαῖοι γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.1

因为撒都该人说没有复活,也没有天使和灵,法利赛人却承认这两样都是有的。

§23.9

ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος2—.

于是大起喧嚷,法利赛派的几个文士站起来竭力争辩说:“我们在这人身上看不出什么恶来;万一是灵或天使对他说过话呢——”

§23.10

Πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν εἰς τὴν παρεμβολήν.

争吵越来越大,千夫长唯恐保罗被他们撕碎,就吩咐军队下去,从他们中间把保罗抢出来,带进营楼。

§23.11

Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

当夜,主站在保罗旁边说:“放心吧!你怎样在耶路撒冷为我作见证,也必怎样在罗马作见证。”

§23.12

Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.

到了天亮,犹太人结伙立誓,发咒起誓说,若不先杀保罗就不吃不喝。

§23.13

ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι·

同谋制造这场阴谋的,有四十多人。

§23.14

οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.

他们来见祭司长和长老,说:“我们已经起下毒誓,若不先杀保罗就什么都不吃。

§23.15

νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ·3 ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.

现在你们和公会要知会千夫长,叫他把保罗带下到你们这里来,假装要更详细查明关于他的事;我们已经预备好了,在他还没走近以前就杀了他。”

§23.16

Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.

保罗的外甥听见这场埋伏,就来进了营楼,告诉保罗。

§23.17

προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.

保罗请来一个百夫长,说:“领这青年到千夫长那里去,因为他有事要向他报告。”

§23.18

ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καί φησιν Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.

于是百夫长领他去见千夫长,说:“被囚的保罗请我来,求我把这青年领到你这里,他有话要对你说。”

§23.19

ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;

千夫长拉着他的手,走到一旁私下查问:“你有什么事要向我报告?”

§23.20

εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε4 ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ·

他说:“犹太人已经约定,要请求你明天把保罗带下到公会去,假装要更详细查问他的事。

§23.21

σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσὶν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.

你切不可听从他们,因为他们中间有四十多人埋伏着等候保罗,这些人已经发誓,若不先杀保罗就不吃不喝;现在他们都预备好了,只等你的应许。”

§23.22

ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ.

于是千夫长打发那青年走,嘱咐他说:“不可对任何人泄漏你向我报告了这些事。”

§23.23

Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρίας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.

千夫长便叫了两个百夫长来,说:“预备步兵二百名、骑兵七十名、长枪兵二百名,从夜里第三刻起往凯撒利亚去;也要预备牲口叫保罗骑上,平安护送到总督腓力斯那里。”千夫长又写了一封信,大意如下:“克劳狄·吕西亚向总督腓力斯阁下请安。

§23.27

Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ [κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν]· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.

这人被犹太人拿住,快要被他们杀害的时候,我得知他是罗马公民,就带军队赶到,把他救了出来。我又想要知道他们告他的缘由,[就带他下到他们的公会];查知他被控告,是因他们律法上的争辩,并没有什么该死该绑的罪名。

§23.30

μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι5 ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν πρὸς αὐτὸν ἐπὶ σοῦ.

后来有人向我密报,说将有谋害这人的计策,我就立刻把他解送到你那里,并且吩咐告他的人在你面前控告他。”

§23.31

Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα·

于是兵丁照所吩咐他们的,夜间把保罗提出来,带到安提帕底。

§23.32

τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες εἰσελθόντες εἰς τὴν Καισαρίαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.

第二天,他们让骑兵护送他前行,自己就回到营楼去。骑兵进了凯撒利亚,把信呈给总督,并把保罗也带到他面前。

§23.34

ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.

总督读了信,问保罗是哪一省的人,既查知他是基利家人,就说:“等告你的人也到了,我要详细听你的陈述。”便吩咐把他看押在希律的衙门里。

语法注5 条
  1. 23.8τὰ ἀμφότερα

    虽然前文用 μὴ... μήτε... μήτε... 列出了复活、天使、灵三项,但此处使用了中性复数宾格 τὰ ἀμφότερα(“两者”)。在语法上,这是将上述三项归并为两大类——即“复活”为一类,“天使或灵(超自然存在)”为另一类,法利赛人对这两方面均予以承认。

  2. 23.9εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος—

    此句属于“言中止”(aposiopesis,顿绝法)。由 εἰ δὲ(“万一/如果是……”)引导的条件从句后面省略了结论主句(如“我们岂能抵挡/他又有何罪”),生动表现了争辩现场的激动情绪与话语的中断。

  3. 23.15ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ

    连词 ὡς 加上宾格阳性复数分词 μέλλοντας,用于表示当事人的表象借口或声称的意图。分词在性、数、格上与逻辑主语 ὑμᾶς(你们与公会)一致,表示一种欺骗性的托词:“假装你们要更详细地查明关于他的事”。

  4. 23.20συνέθεντο τοῦ ἐρωτῆσαί σε

    带有属格定冠词的不定式(τοῦ ἐρωτῆσαι)用作动词 συνέθεντο(“他们约定/达成一致”)的直接宾语补足语。在通用希腊语中,属格冠词不定式常被用来充当表示决定或约定之动词的宾语,用以引出约定的具体内容。

  5. 23.30μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι

    这是由分词 μηνυθείσης 和名词 ἐπιβουλῆς 构成的独立属格结构,其内部嵌入了将来时不定式 ἔσεσθαι 作为间接引语的述谓形式,意为“有人向我密报说,将有针对该男子的谋害计策发生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:23.1-23.35