← 新约圣经

使徒行传

§22.1-22.30

保罗的自辩与声明罗马公民权

保罗用希伯来方言向百姓陈述自己的出身、归主经历以及奉派往外邦人传道的使命,但提及外邦人再次激怒了众人。在将被鞭打拷问之际,保罗表明自己罗马公民的身份,千夫长随即停止拷问,并于次日将他带到公会面前。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.1—

“各位弟兄父老,请听我如今对你们所作的申辩。”

§22.2

ἀκούσαντες δὲ ὅτι τῇ Ἐβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καί φησιν—

他们听见他是用希伯来方言对他们讲话,就更加肃静。他就说:

§22.3

Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστὲ σήμερον, ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.

“我本是犹太人,生在基利家的大数,但在这座城里长大,在迦玛列门下按着祖宗律法的严谨受教,对神热心,正如你们众人今日一样。我曾逼迫这道,直到置人于死地,无论男女都捆绑解送下监,这是大祭司和全长老会都可以为我作证的。我也从他们那里领了给弟兄们的书信,往大马士革去,要把在那里的人也捆绑带到耶路撒冷受刑。

§22.6

Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαούλ Σαούλ, τί με διώκεις;

当我前行将近大马士革、约在正午的时候,忽然有强烈的光从天上四面照着我; 我仆倒在地,听见有声音对我说:‘扫罗,扫罗,你为什么逼迫我?’

§22.8

ἐγὼ δὲ ἀπεκρίθην Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.

我回答说:‘主啊,你是谁?’他对我说:‘我就是你所逼迫的拿撒勒人耶稣。’

§22.9

οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.2 εἶπον δέ Τί ποιήσω, κύριε;

与我同行的人看见了那光,却没有听懂那对我说话之人的声音。 我说:‘主啊,我当做什么?’

§22.10

ὁ δὲ κύριος εἶπεν πρός με Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.

主对我说:‘起来,进大马士革去,在那里有人要把派你做的一切事告诉你。’

§22.11

ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.

因为那光的荣耀,我不能看见,就由同行的人拉着手,进了大马士革。

§22.12

Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, ἐλθὼν πρὸς ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.

有一个按着律法虔诚的人,名叫亚拿尼亚,在当地所有居住的犹太人中颇有美名,他来见我,站在旁边对我说:‘扫罗弟兄,你可以看见了。’就在那一刻,我抬头看见了他。

§22.14

ὁ δὲ εἶπεν Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.

他说:‘我们祖宗的神预先拣选了你,叫你明白他的旨意,看见那义者,听见他口中的声音;因为你要向众人作他的见证,证实你所看见所听见的。

§22.16

καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.

现在你为什么耽搁呢?起来,受洗,求告他的名,洗净你的罪!’

§22.17

Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει3 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.

后来我回到耶路撒冷,在圣殿里祷告的时候,魂游象外, 看见主对我说:‘赶紧快快离开耶路撒冷,因为他们必不领受你为我作的见证。’

§22.19

κἀγὼ εἶπον Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.

我说:‘主啊,他们自己知道,我向来在各会堂里把信你的人收在监里,又鞭打他们;并且你的见证人司提反被害流血的时候,我也亲自站在旁边赞同,还替杀他的人看守衣服。’

§22.21

καὶ εἶπεν πρός με Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.

主对我说:‘你去吧,因为我要差遣你到远方的外邦人那里去。’”

§22.22

Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν.

他们听他说到这句话,就高声喊叫说:“除掉这样的人,离开这地!他不该活着!”

§22.23

κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.

众人喧嚷、扔弃衣服、把尘土向空中扬起的时候,千夫长吩咐把保罗带进营楼,吩咐用鞭子拷问他,好知道众人为什么这样向他呼喊。

§22.25

ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν4 εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;

他们用皮条将他捆绑拉长的时候,保罗对站在旁边的百夫长说:“人是罗马公民,又没有定罪,你们鞭打他合法吗?”

§22.26

ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.

百夫长听见了,就去告诉千夫长说:“你将要做什么?因为这人是罗马公民。”

§22.27

προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ Λέγε μοι, σὺ Ῥωμαῖος εἶ;

千夫长上前对保罗说:“告诉我,你是罗马公民吗?”

§22.28

ὁ δὲ ἔφη Ναί. ἀπεκρίθη δὲ ὁ χιλίαρχος Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη Ἐγὼ δὲ καὶ γεγέννημαι.

保罗说:“是的。” 千夫长回答说:“我花了重金才取得这公民身份。”保罗说:“我却是生来就是的。”

§22.29

εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.

于是那些要拷问他的人立刻离开他退去了;千夫长既知道他是罗马公民,又因为捆绑了他,也害怕了。

§22.30

Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων5 ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

第二天,千夫长想要确切查明保罗究竟为什么被犹太人控告,就解开他,吩咐祭司长和全公会都聚集,把保罗带下去,叫他站在他们面前。

语法注5 条
  1. 22.1ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας

    动词 ἀκούω 支配属格。此处表示人的代词 μου(“我的”)与表示听取内容的短语 τῆς... ἀπολογίας(“申辩”)均作属格。μου 既可理解为修饰 τῆς ἀπολογίας 的所有格属格(“我对你们如今的申辩”),亦可理解为与表示内容的名词并列的双重属格补足语。两种分析均得出“听我如今向你们所作的申辩”之意。

  2. 22.9τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι

    在此处,φωνή 使用了宾格(τὴν φωνήν),而表示说话者的分词 τοῦ λαλοῦντός μοι 则用属格。与使徒行传9章7节中使用属格(ἀκούοντες μὲν τῆς φωνῆς)表示听见物理声音相对,ἀκούω 搭配宾格时通常强调听懂、领会说话的清晰含义与内容。因此,同伴们虽察觉到声响,却并未听懂对保罗所说的话语。

  3. 22.17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει

    这是非人称动词 ἐγένετο(“事情发生”)句式中的破格语法(anacoluthon)。开头顺应主句动词使用与格 μοι ὑποστρέψαντι(“我回到耶路撒冷时”),但连接词 καί 之后却转为属格独立结构 προσευχομένου μου(“当我正在祈祷时”),最后引出作为 ἐγένετο 真正主语的“宾格加不定词”结构 γενέσθαι με ἐν ἐκστάσει(“我陷入魂游象外”)。

  4. 22.25προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν

    与格 τοῖς ἱμᾶσιν 有两种语法分析:(1) 工具与格(“用皮条将他捆绑拉展/拉长”,即将囚犯绑在柱上准备受鞭刑);(2) 间接宾语/目的与格(“将他暴露在皮鞭前”)。结合罗马鞭刑惯例,(1) 将其视为固定拉直身体的皮条工具,是更为公认的合理解释。

  5. 22.30τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων

    带有冠词的间接疑问句。中性单数宾格定冠词 τό 使后接的疑问从句 τί κατηγορεῖται...(“因何事被控告”)整体名词化,充当动词 γνῶναι(“得知”)的直接宾语,或者作前文 τὸ ἀσφαλές(“实情/确凿情况”)的同位语以具体说明其内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:22.1-22.30