- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:21.23-21.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗遵从长老们的劝告,承担同伴还愿的规条进殿行洁净礼,却遭亚细亚犹太人煽动的暴徒围攻;千夫长率兵将其逮捕营救,并准许保罗在台阶上向百姓演讲辩护。
τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἀφʼ ἑαυτῶν.
所以,你当照着我们告诉你的这事去做:我们这里有四个人,自己身上都带着誓愿。
τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδὲν ἔστιν,1 ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
你带他们去,与他们一同行洁净之礼,替他们承担花费,叫他们可以剃头。这样,众人就都知道先前所听见关于你的传闻毫无事实,反而知道你为人也循规蹈矩,遵行律法。
περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἀπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
至于信主的外邦人,我们已经传告,定意叫他们自防,避开祭偶像之物、血、勒死的牲畜和淫乱。”
τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν "τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ" ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
于是保罗带了那几个人,次日同他们行了洁净之礼,就进了圣殿,报明“洁净的日期”满足的期限,直到为他们各人献上供物。
Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλαν ἐπʼ αὐτὸν τὰς χεῖρας, κράζοντες Ἄνδρες Ἰσραηλεῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
那七天将完的时候,从亚细亚来的犹太人看见保罗在圣殿里,就煽动全群,下手拿住他,喊着说:“以色列人哪,来帮助!这就是那在各处教训众人违抗百姓、律法和这地方的人;而且他又领了希腊人进圣殿,污秽了这圣地。”
ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
因为他们先前看见以弗所人特罗非摩同保罗在城里,便以为保罗带了他进圣殿。
ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
合城都震动,百姓奔走聚来,抓住了保罗,拉他出圣殿,门立刻就关上了。
Ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συνχύννεται Ἰερουσαλήμ, ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
他们正想要杀他的时候,有风声上达营里的千夫长,说全耶路撒冷都乱了。千夫长立时带着兵丁和百夫长跑下去到他们那里;他们看见千夫长和兵丁,就止住不再打保罗。
τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς·2
于是千夫长上前拿住他,吩咐用两条铁链捆绑,又查问他是谁,作了什么事。
ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
众人中有的喊叫这个,有的喊叫那个。千夫长因为喧嚷,无法得知实情,就吩咐把保罗带进营楼。
ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες Αἶρε αὐτόν.
到了台阶上,因为暴徒的凶猛,保罗被士兵们抬了起来;因为有一大群百姓跟在后面,喊着说:“除掉他!”
Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ;3 ὁ δὲ ἔφη Ἑλληνιστὶ γινώσκεις;4 οὐκ ἄρα σὺ εἶ5 ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
将要被带进营楼的时候,保罗对千夫长说:“我对你说句话可以吗?”千夫长说:“你懂得希腊话吗? 那么,你难道不是前些日子作乱、带领四千暴徒往旷野去的那埃及人吗?”
εἶπεν δὲ ὁ Παῦλος Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
保罗说:“我本是犹太人,基利家的大数人,并不是无名之城的公民;我求你,准我对百姓讲话。”
ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἐβραΐδι διαλέκτῳ λέγων
千夫长准了他,保罗就站在台阶上,向百姓摆手。大家肃静无声,他就用希伯来方言对他们说:
- 21.24ὧν κατήχηνται περὶ σοῦ οὐδὲν ἔστιν
关系代名词 ὧν 发生了格的吸引(assimilation)。它原本应作 κατήχηνται 的宾格宾语 ἅ,但因先行词 τούτων 的省略而同化为属格。其底层完整句构为 οὐδέν ἐστιν [τούτων] ἅ κατήχηνται περὶ σοῦ(“关于你的那些传闻,没有任何一件是属实的”)。
- 21.33τίς εἴη καὶ τί ἐστιν πεποιηκώς
在由主句过去时动词 ἐπυνθάνετο 引出的两个间接疑问节中,语气呈现混合:前一分句使用了从属从句在过去时支配下的祈愿语气(τίς εἴη),后一分句则直接保留了直陈语气的复合完成时(τί ἐστιν πεποιηκώς)。这体现了通用希腊语(Koine)中祈愿式渐趋消亡、与直陈式在同一句内并存的语法特征。
- 21.37Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ;
连词 εἰ 在此直接引出独立直接疑问句。在古典希腊语中 εἰ 主要引出条件从句或间接疑问从句,但在希腊化时代的通用希腊语中,受闪族语言(如希伯来语疑问助词 הֲ)影响,或作为委婉客气的省略表达("不知我是否可以……"),常直接用作疑问标记。
- 21.37Ἑλληνιστὶ γινώσκεις;
以 -ιστί 结尾的语言副词 Ἑλληνιστί(以希腊语)与动词 γινώσκεις(知晓、懂得)搭配,构成“你懂希腊语吗?”的习语。此类副词通常修饰说(λαλέω)等动词,但与 γινώσκω 连用时直接表达具备该语言的听说理解能力。
- 21.38οὐκ ἄρα σὺ εἶ
否定词 οὐκ(预期肯定回答)与推论小词 ἄρα 的结合,表示因意外事实而作出的推断:“那么,你难道不是……吗?”这生动反映了千夫长在听到保罗说出流利的希腊语后,原先以为他是粗鲁暴乱分子的预设被推翻时的惊异之情。
