- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:2.1-2.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
五旬节圣灵降临,门徒受圣灵充满并开始说起各国方言讲说神的大作为;在众人的震惊与疑虑中,彼得站起来宣告约珥先知预言的应验及耶稣的复活。
Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό, καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν,1 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
五旬节到了的时候,他们都聚集在一处。忽然,从天上有响声下来,仿佛猛烈的风吹过,充满了他们所坐的整个屋子;又有舌头如火焰向他们显现出来,分开落在他们各人头上。他们就都被圣灵充满,按着圣灵所赐的口才,说起别国的话来。
Ἦσαν δὲ [ἐν] Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
那时,有敬虔的犹太人从天下各国来,住在耶路撒冷。
γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
这声音一响,众人都来聚集,各人听见他们用各人自己的乡谈说话,就甚纳闷。
ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχὶ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
他们都惊奇希奇说:“看哪,这说话的岂不都是加利利人吗?
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;
我们各人怎么听见他们说我们生来所用的乡谈呢?
Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
我们帕提亚人、玛代人、以拦人,并住在美索不达米亚、犹太、加帕多家、本都、亚细亚、 弗吕家、旁非利亚、埃及的人,并靠近古利奈的利比亚一带地方的人,且有从罗马来的客旅,无论是犹太人或是入犹太教的人,克里特人和阿拉伯人,都听见他们用我们的乡谈,讲说神的大作为。”
ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι;2
众人就都惊奇疑虑,彼此说:“这是什么意思呢?”
ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
还有人讥诮说:“他们是被新酒灌满了。”
Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
彼得和十一个〔使徒〕站起,高声对他们说:“犹太人和一切住在耶路撒冷的人哪,这件事你们当知道,也当侧耳听我的话。
οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ "Καὶ ἔσται "ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα," "καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν," "καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται," "καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·"
你们想这些人是醉了;其实不是醉了,因为时候不过是巳初。这正是藉着先知约珥所说的:‘神说: 在末后的日子, 我要将我的灵浇灌凡有气血的。 你们的儿女要说预言; 你们的少年人要见异象; 老年人要做异梦。
"καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου" "ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου," καὶ προφητεύσουσιν.
在那些日子,我也要将我的灵 浇灌我的仆人和使女, 他们就要说预言。
"Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ" ἄνω "καὶ" σημεῖα "ἐπὶ τῆς γῆς" κάτω, "αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·"
在上面的天上, 我要显出奇事; 在下面的地上, 我要显出神迹; 有血,有火,有烟雾。
"ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος" "καὶ ἡ σελήνη εἰς αἷμα" "πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ."
日头要变为黑暗, 月亮要变为血, 这都在主大而明显的日子未到以前。
"Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται."
到那时候,凡求告主名的,就必得救。’
Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,3 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ·
以色列人哪,请听这些话:神藉着拿撒勒人耶稣在你们中间施行异能、奇事、神迹,将他向你们证明出来,正如你们自己所知道的。他既按着神的定旨先见被交与人,你们就藉着不法之人的手,把他钉在十字架上杀了。神却将死的痛苦解除了,叫他复活,因为他原不能被死拘禁。
- 2.3ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν
动词 ἐκάθισεν 是第三人称单数,而其前面的主语 γλῶσσαι 则是阴性复数名词。此处使用单数动词,可能是受到其后的介词短语 ἐφʼ ἕνα ἕκαστον(落在各人头上)的影响而产生的分配性一致,意指分开的舌头分别独立落在每一个人身上;另一种可能是以隐含的“火”(πῦρ,中性单数)或“圣灵”(πνεῦμα,中性单数)为语法主语。结合上下文,理解为分配性的一致最为自然。
- 2.12Τί θέλει τοῦτο εἶναι;
动词 θέλω(意欲、想要)接不定词 εἶναι(是),并以事物(τοῦτο)为主语,是古典及希腊化希腊语中表示“这是什么意思?”或“这到底是怎么回事?”的习用句式。此处的动词并非指事物本身具有意志,而是探寻当前事件的意义或原委。
- 2.22Ἰησοῦν τὸν Ναζωραῖον, ... τοῦτον ... ἀνείλατε
第22节句首的宾格短语 Ἰησοῦν τὸν Ναζωραῖον(拿撒勒人耶稣)后接长篇修饰语(同位语分词短语 ἄνδρα ἀποδεδειγμένον... 与关系从句 οἷς ἐποίησεν...),直到第23节通过指示代词 τοῦτον(这人/这一位)以复指宾格的形式重新接续,成为主句动词 ἀνείλατε(你们杀了)的直接宾语。此为典型的先置与复指结构(prolepsis / resumptive pronoun),用以理清长句中的修饰与主谓支配关系。
