- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:1.1-1.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣升天前向门徒应许圣灵降临并托付见证使命;使徒与门徒回到耶路撒冷恒切祷告,并选举马提亚接替犹大的使徒职分。
τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·1
提阿非罗啊,我在第一部书里,已经叙述了耶稣开始实行并教导的一切,直到他藉着圣灵吩咐了他所拣选的使徒之后,被接升天的那日为止。
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
受难之后,他用许多确据向他们表明自己是活着,在四十天之中向他们显现,并讲说关于神国的事。
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἰεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·2
他与他们聚集时,嘱咐他们不要离开耶路撒冷,而要等候从我所听见的那父的应许:
ὅτι Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
“约翰用水施洗,但过不了几天,你们要受圣灵的洗。”
οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;3
于是那些聚集的人问他说:“主啊,你是在这个时候恢复以色列的国度吗?”
εἶπεν πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστὶν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ [ἐν] πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρίᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
他对他们说:“父凭着自己的权柄所定的时间或时期,不是你们可以知道的。但圣灵降临在你们身上时,你们必领受能力,并在耶路撒冷、犹太全地和撒玛利亚,直到地极,作我的见证人。”
καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
说完这些话,在他们注视之下,他就被接上升,有一朵云彩接他上去,遮住了他们的视线。
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παριστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ καὶ εἶπαν Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
当他离去、他们定睛望天的时候,看哪,有两个人身穿白衣站在他们身旁,对他们说:“加利利人哪,你们为什么站着望天呢?这位从你们中间被接升天的耶稣,你们怎样看见他往天上去,他还要怎样来临。”
Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
于是,他们从那名叫橄榄山的山回到耶路撒冷;那座山靠近耶路撒冷,约有一安息日当走的路程。
Καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάνης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
他们进了城,就上了他们所住的楼房;有彼得、约翰、雅各、安得烈、腓力、多马、巴多罗买、马太、亚勒腓的儿子雅各、奋锐党的西门,以及雅各的儿子犹大。
οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ [τοῦ] Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
这些人同着几位妇人和耶稣的母亲马利亚,并他的弟兄们,都同心合意地恒切祷告。
ΚΑΙ ΕΝ ΤΑΙΣ ΗΜΕΡΑΙΣ ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι)
在那些日子里,彼得在弟兄们中间站起来说(聚在一起的人数约有一百二十人):
Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
“弟兄们,圣灵藉着大卫的口预先论到那作领路人带领人捉拿耶稣的犹大的经文,是必须应验的;因为他本列在我们的数目中,领受了这职事的一份。”
— Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
——这人本用不义的酬劳买了一块田,后来倒栽葱跌下,中间崩裂,五脏全都流了出来。
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.
住在耶路撒冷的众人都知道了这件事,以致那块田用他们的方言被称为亚革大马,就是“血田”的意思。
— Γέγραπται γὰρ ἐν Βίβλῳ Ψαλμῶν "Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ," καί "Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος."
—— “因为诗篇上写着: ‘愿他的住处变为荒场, 无人居在其中’; 又说: ‘愿别人得他的职分。’
δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάνου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.4
所以,在主耶稣出入在我们中间的全部时间里,与我们同行的那些人当中, 从约翰施洗起,直到主从我们中间被接上升的那日为止〔与我们同行〕的这些人中,必须有一人与我们同作他复活的见证人。”
καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
于是他们推举了两个人:就是称为巴撒巴、又名犹士都的约瑟,和马提亚。
καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα, λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφʼ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
他们祷告说:“主啊,你知道众人的心,求你指明,这两个人中你拣选了哪一个,来接替这职事和使徒的位分;这职分是犹大所背离、去到他自己的地方去的。”
καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συνκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
于是他们为他们摇签,签落在马提亚身上,他就与十一位使徒同列。
- 1.2ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη
关系代词 ἧς 受到先行词/中心词 ἡμέρας 的影响而发生格吸引(原本应为宾格 ἣν ἡμέραν)。介词短语 διὰ πνεύματος ἁγίου 在句法上可修饰分词 ἐντειλάμενος(“藉着圣灵吩咐”),亦可跨越修饰关系从句动词 ἐξελέξατο(“藉着圣灵拣选”)。根据紧跟分词的语序,此处取修饰分词 ἐντειλάμενος 之解。
- 1.4ἣν ἠκούσατέ μου
此处从主句的间接引语(由 παρήγγειλεν 引导)突转为直接引语(第二人称复数 ἠκούσατε)。属格代词 μου 是动词 ἀκούω 后接表示来源/发话人的属格(“从我听见”)。
- 1.6εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
连词 εἰ 通常表示条件(“如果”),但在七十士译本及通用希腊语中受希伯来语疑问助词 הֲ 的影响,常用于引出直接疑问句(相当于“是否”或单纯疑问语气)。
- 1.21δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ... μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων
句子的核心结构是由非人称动词 δεῖ 支配的带不定式结构:ἕνα τούτων ... γενέσθαι μάρτυρα(“必须从这些人中选出一人成为见证人”)。句首的前置部分属格 τῶν συνελθόντων ἡμῖν ἀνδρῶν 与后方的 ἕνα τούτων 形成呼应,置于句首起强调与主题化作用。
