← 新约圣经

使徒行传

§19.21-19.41

银匠底米丢挑起的以弗所骚乱

保罗计划接下来的行程时,银匠底米丢在以弗所挑起骚乱,抗议保罗危及亚底米女神的敬拜;剧场陷入大乱,最终书记官出面呼吁循合法程序解决并解散了集会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.21

ΩΣ ΔΕ ΕΠΛΗΡΩΘΗ ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι1 διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαίαν πορεύεσθαι εἰς Ἰεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.

这些事过后,保罗心里定意,经过马其顿和亚该亚,往耶路撒冷去;他说:“我到了那里以后,也必须去看看罗马。”

§19.22

ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.

于是他从服侍他的人中打发提摩太和以拉都两个人往马其顿去,自己却在亚细亚耽搁了一段时间。

§19.23

Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.

那时,关于这道起了不小的骚乱。

§19.24

Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς [ἀργυροῦς] Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστίν, καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.

有一个名叫底米丢的银匠,是制造亚底米银龛的,他使手艺人们得着不少生意;他聚集他们和从事同类行业的工人们,说:“诸位,你们知道,我们是靠这生意发财的。你们看见也听见,不仅在以弗所,几乎在全亚细亚,这个保罗说人手所造的不是神,劝诱并带走了大批群众。

§19.27

οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς,2 ἣν ὅλη [ἡ] Ἀσία καὶ [ἡ] οἰκουμένη σέβεται.

这不仅使我们这行业有被贬抑的危险,就连大女神亚底米的庙也将被视为无物,连全亚细亚和普天下所敬拜的那位女神的威严,也将要被削夺了。”

§19.28

ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.

众人听见这话,怒气填胸,喊着说:“以弗所人的亚底米是伟大的!”

§19.29

καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γαῖον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.

满城都混乱起来,他们抓住保罗同行的同伴、马其顿人该犹和亚里达古,齐心冲进了剧场。

§19.30

Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·

保罗想要进去见百姓,门徒却不许他去。

§19.31

τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.

还有几位亚细亚的主管官员,是保罗的朋友,打发人来劝他,不要冒险到剧场去。

§19.32

ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συνκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.

那时会众一片混乱,有喊叫这个的,有喊叫那个的,多数人甚至不知道聚集是为什么缘故。

§19.33

ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.

犹太人把亚历山大推到前面,众人就把他从人群中拉了出来。亚历山大摆手,想要向百姓申辩。

§19.34

ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡσεὶ ἐπὶ ὥρας δύο κραζόντων3 Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.

众人一认出他是犹太人,就异口同声喊着:“以弗所人的亚底米是伟大的!”约有两小时之久。

§19.35

καταστείλας δὲ τὸν ὄχλον ὁ γραμματεύς φησιν Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;

书记官安抚了群众,说:“以弗所人哪,谁不知道以弗所城是大亚底米和从天降下的神像的守护者呢?

§19.36

ἀναντιρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.

这些事既是驳不倒的,你们就当安静,不可轻举妄动。

§19.37

ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.

你们带来的这几个人,既没有抢夺庙产,也没有亵渎我们的女神。

§19.38

εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται4 καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.

因此,如果底米丢和与他一起的手艺人有控告人的事,自有开庭审判的日子,也有总督在,尽可以彼此控告。

§19.39

εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.

你们若还要求别的,就在合法的集会里解决。

§19.40

καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.

其实,因今天这事,我们有被控作乱的危险;关于这次骚乱,我们找不出任何理由,对此聚众也无法交代。”

§19.41

καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

说了这些话,他就解散了集会。

语法注4 条
  1. 19.21ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι

    短语 ἐν τῷ πνεύματι 在此最自然地理解为指保罗自己的内心或心志(“心里定意”),而非圣灵的直接感动,这与上下文交代个人旅行计划的语境相符。

  2. 19.27καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς

    动词 καθαιρεῖσθαι(被动或中动)后接表示剥夺、脱离的属格 τῆς μεγαλειότητος,意为“(威严)被削夺/剥夺”。其主语承接前文,指女神亚底米自身。

  3. 19.34ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡσεὶ ἐπὶ ὥρας δύο κραζόντων

    阳性主格复数分词 ἐπιγνόντες 与主句的语法主语(φωνὴ μία)不一致,构成了悬垂分词(破格现象 anacoluthon)。在意义上,它的逻辑主语与后文介词短语中的 πάντων... κραζόντων(众呼喊者)相指涉。

  4. 19.38ἀγοραῖοι ἄγονται

    形容词 ἀγοραῖοι 省略了阴性名词 ἡμέραι(开庭日),与 ἄγονται 连用构成法律习语,意为“法庭开审的日子正举行着”或“有开庭审理的日子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:19.21-19.41