- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:20.1-20.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗途经马其顿和希腊,在特罗亚使坠楼身亡的年轻人犹推古复活,随后抵达米利都。他在那里召集以弗所教会的长老,发表告别演说,回顾自己的侍奉并预言将来的试炼,最后将教会交托给神并登船启程前往耶路撒冷。
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
骚乱止息后,保罗请门徒来,劝勉他们之后辞别,动身前往马其顿。
διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα, ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν1 διὰ Μακεδονίας.
他走遍那一带地方,用许多话劝勉众人,然后来到了希腊。他在那里住了三个月,正要坐船往叙利亚去的时候,犹太人设计要害他,他就定意从马其顿绕道回去。
συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σέκουνδος καὶ Γαῖος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τύχικος καὶ Τρόφιμος·
与他同行的有庇哩亚人毕罗斯的儿子所巴特,帖撒罗尼迦人亚里达古和西公都,特庇人格犹和提摩太,以及亚细亚人推基古和特罗非摩。
οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
这些人先走,在特罗亚等候我们。
ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
在除酵的日子之后,我们从腓立比开船,五天后到了特罗亚他们那里,在那里停留了七天。
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
七日的第一日,我们聚会掰饼的时候,保罗因为次日就要动身,就与他们讲论,把话延长直到半夜。
ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι·
我们聚集的那座楼上,有许多明灯。
καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
有一个名叫犹推古的年轻人坐在窗台上,沉沉入睡;因保罗讲了很久,他被睡意压服,就从三层楼上掉了下去,扶起来时已经死了。
καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συνπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστίν.
保罗走下去,伏在他身上,抱住他说:“不要惊慌,因为他的灵魂还在身上。”
ἀναβὰς δὲ [καὶ] κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν.
保罗再上去,掰饼吃了,又谈论了很久,直到天亮才离开。
ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
众人把那活着的年轻人带回去,得了不少的安慰。
Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν.
我们先上了船,开往亚朔去,打算在那里接保罗上船;因为他自己打算走陆路,事先是这样安排的。
ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον·
他在亚朔与我们会合后,我们就接他上船,来到米推利尼。从那里开船,次日到了基阿对面;又过了一天,在撒摩靠岸,次日到了米利都。
κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἰεροσόλυμα.
因为保罗定意越过以弗所航行,免得在亚细亚耽搁时间;他急于赶路,若是可行,要在五旬节那天赶到耶路撒冷。
Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
保罗从米利都打发人往以弗所去,请教会的长老们来。
ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι2 ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν.
他们到了他那里,保罗就对他们说:“你们知道,从我踏进亚细亚的第一天起,我整个时间怎样与你们同在,服侍主,凡事谦卑,常常流泪,并且因犹太人的谋害而经历试炼;凡有益的,我没有一样退缩不告诉你们,在公众面前和挨家挨户教导你们,向犹太人和希腊人郑重作证,当向神悔改,信靠我们的主耶稣。
καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντα ἐμοὶ μὴ εἰδώς, πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν·
现在,看哪,我心灵受束缚,往耶路撒冷去,不知道在那里会遇见什么事;只知道圣灵在各城里向我郑重作证,说有捆锁和患难等着我。
ἀλλʼ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειώσω3 τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
然而,我并不把自己的生命看为宝贵,只要跑尽我的路程,完成我从主耶稣所领受的职分,郑重为神恩典的福音作见证。
καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν·
现在,看哪,我走遍你们中间传扬天国,我知道你们众人以后不会再见我的面了。
διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
因此我今天向你们郑重声明:对于众人的血,我是洁净的;因为神全部的旨意,我没有一样退缩不传给你们。
προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν "τὴν ἐκκλησίαν τοῦ θεοῦ," ἣν "περιεποιήσατο" διὰ τοῦ αἵματος τοῦ ἰδίου.4
你们要为自己谨慎,也为全群谨慎,圣灵立你们在全群中作监督,牧养神的教会,就是他用自己的血所买来的。
ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν [αὐτῶν] ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν·
我知道在我离开以后,必有凶暴的豺狼进入你们中间,不爱惜羊群;甚至你们自己中间也必有人起来,说谬妄的话,要拉拢门徒跟从他们。
διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
所以你们应当警醒,记念我三年之久,昼夜不住地流泪劝戒你们各人。
καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ κυρίῳ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν "κληρονομίαν" ἐν "τοῖς ἡγιασμένοις πᾶσιν."
现在我把你们交托给主和他恩惠的话语;这话能建立你们,并在所有成圣的人中赐给你们基业。
ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
我未曾贪图过任何人的金、银或衣服。
αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
你们自己知道,这些手供给过我和与我同在之人的需用。
πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
我凡事给你们作了榜样,叫你们知道应当这样劳苦扶助软弱的人,并且记念主耶稣自己的话,他说:‘施比受更为有福。’”
καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
说了这些话,他就跪下,同他们众人一同祷告。
ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
众人都痛哭,抱着保罗的颈项,连连与他亲吻;最使他们伤心的是他所说的那句话,就是他们不会再见他的面了。于是他们送他上了船。
- 20.3ἐγένετο γνώμης τοῦ ὑποστρέφειν
谓语性属格(性质属格)与带冠词不定式(τοῦ ὑποστρέφειν)的结合,构成表示“决意/定意做某事”的习惯用法。τοῦ ὑποστρέφειν 对 γνώμης 起同位或解释性限定作用。
- 20.20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι
动词 ὑποστέλλομαι(退缩、隐瞒)后接带冠词不定式(τοῦ ἀναγγεῖλαι),其中使用了冗余否定词 μή。在含有阻碍、退缩意味的动词后加 μή 属希腊语常见习惯,翻译时不处理为双重否定。
- 20.24οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειώσω
οὐδενὸς λόγου ποιοῦμαι(含有价值属格,意为“视为微不足道”)支配宾语 τὴν ψυχήν 和谓语形容词 τιμίαν。后半部分的 ὡς 引导目的或条件从句,搭配虚拟语气 τελειώσω,意为“只要能跑尽……”。
- 20.28διὰ τοῦ αἵματος τοῦ ἰδίου
形容词 ἴδιος 带冠词置于名词后修饰(后置定语)。语法上既可理解为定语形容词(“他自己的血”),也可理解为名词化属格(“他独生子的血”)。本处译文遵从标准定语用法,统一译作“用自己的血”。
