← 新约圣经

使徒行传

§19.1-19.20

保罗在以弗所传道与推喇奴学房

保罗在以弗所为只受过约翰洗礼的门徒按手受圣灵,并在推喇奴学房宣讲两年且行神迹。士基瓦之子赶鬼受挫一事使众人敬畏主的名,行邪术者纷纷焚烧书卷,主的道大大得胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν1 εἰς Ἔφεσον καὶ εὑρεῖν τινὰς μαθητάς, εἶπέν τε πρὸς αὐτούς Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;2 οἱ δὲ πρὸς αὐτόν Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.3

亚波罗在哥林多的时候,保罗经过内地,来到以弗所,遇见几个门徒,对他们说:“你们信的时候领受了圣灵没有?”他们回答说:“没有,甚至连是否有圣灵,我们都没有听过。”

§19.3

εἶπέν τε Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν Εἰς τὸ Ἰωάνου βάπτισμα.

保罗说:“那么你们受的是什么洗呢?”他们说:“是约翰的洗礼。”

§19.4

εἶπεν δὲ Παῦλος Ἰωάνης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς τὸν Ἰησοῦν.

保罗说:“约翰施的是悔改的洗礼,告诉百姓当信在他以后来的那一位,就是耶稣。”

§19.5

ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·

他们听见这话,就奉主耶稣的名受了洗。

§19.6

καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.

保罗按手在他们身上,圣灵便临到他们,他们就说方言,又说预言。

§19.7

ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.

他们一共约有十二个人。

§19.8

Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.

保罗进会堂,放胆讲道,一连三个月辩论神国的事,劝导众人。

§19.9

ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.

后来,有些人心里刚硬、不受劝化,在众人面前毁谤这道,保罗就离开他们,把门徒分别出来,天天在推喇奴的学房里辩论。

§19.10

τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.

这样继续了两年,叫一切住在亚细亚的,无论是犹太人是希腊人,都听见了主的道。

§19.11

Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.

神借保罗的手行了非凡的异能,甚至有人从他身上拿手巾或围裙放在病人身上,病就离开他们,恶鬼也出去了。

§19.13

Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν4 ὃν Παῦλος κηρύσσει.

那时,有几个游行的犹太念咒赶鬼的人,也试图向那些有恶鬼附着的人称呼主耶稣的名,说:“我凭着保罗所传扬的耶稣敕令你们!”

§19.14

ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.

作这事的,是某个犹太祭司长士基瓦的七个儿子。

§19.15

ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς Τὸν [μὲν] Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;

恶鬼回答他们说:“耶稣我认识,保罗我也知道;你们却是谁呢?”

§19.16

καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν κατακυριεύσας ἀμφοτέρων5 ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.

恶鬼附着的那人就扑在他们身上,制伏了其中的两个人,胜过了他们,叫他们赤着身子受了伤,从那房子里逃出去了。

§19.17

τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.

凡住在以弗所的犹太人和希腊人,都知道这事;众人都起了惧怕,主耶稣的名也被尊大了。

§19.18

πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν, ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.

许多信了的人来承认并说明自己所行的事。又有许多行邪术的人,把书拿来,堆在众人面前烧了;他们计算书价,得知合银币五万块。

§19.20

Οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.

这样,主的道大大兴旺,而且得胜。

语法注5 条
  1. 19.1Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν

    复合句式:非人称动词 ἐγένετο 先带表示时间的介词短语 ἐν τῷ 加不定式 εἶναι(其逻辑主语为宾格 τὸν Ἀπολλώ),随后接由带不定式的宾格句(Παῦλον ... ἐλθεῖν)充当 ἐγένετο 的真正主语,意为“当亚波罗在哥林多的时候,保罗来到……这件事发生了”。

  2. 19.2Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;

    连词 εἰ 在希腊化(通用)希腊语中常用于引导直接疑问句。不定过去时分词 πιστεύσαντες 与主动词 ἐλάβετε 在时间上重合,作时间状语,意为“在你们相信的时候”。

  3. 19.2Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν

    由 εἰ 引导的从句作为 ἠκούσαμεν 的宾语(间接疑问)。带重音的 ἔστιν 在此作完全动词表示“存在”,而非系词,全句意为“我们甚至没有听过是否有圣灵存在”。

  4. 19.13Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν

    动词 ὁρκίζω 带双宾格结构:被命之人作第一宾格(ὑμᾶς),凭藉发誓的神明或名号作第二宾格(τὸν Ἰησοῦν),意为“我凭着耶稣命令你们”。

  5. 19.16κατακυριεύσας ἀμφοτέρων

    表示统治或压制的动词 κατακυριεύω 支配属格(ἀμφοτέρων)。代词 ἀμφότεροι 严格意义上指“两者/两人”(可能指七个儿子中在场的两人),但在通用希腊语中亦偶可泛指“众人/全部”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:19.1-19.20