- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:18.1-18.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗来到哥林多并与亚居拉、百基拉同住做工,后在省长迦流面前免受处置,经以弗所和安提阿继续行程;同时,亚波罗在以弗所受教后前往亚该亚大力传道。
Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
这些事以后,保罗离开雅典,来到哥林多。
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ἠργάζοντο, ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
遇见一个犹太人,名叫亚居拉,本籍在本都,新近带着妻子百基拉从意大利来,因为克劳狄曾下令让所有犹太人都离开罗马。保罗就到他们那里去;因为他们同业,他就住在他们那里作工,原来他们手艺是以制造帐棚为业。每逢安息日,保罗都在会堂里辩论,劝导犹太人和希腊人。
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ1 ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν.
及至西拉和提摩太从马其顿下来,保罗就专注于传道,向犹太人郑重作证说,耶稣就是基督。
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
他们既抗拒、亵渎,保罗就抖着衣服对他们说:“你们的血归在你们自己的头上!我是洁净的。从今以后,我要往外邦人那里去。”
καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
于是离开那里,进了一个名叫提丢·犹士都之人的家,他是敬畏神的人,他的家紧靠着会堂。
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
管会堂的基利司布和全家都信了主;还有许多哥林多人听了,就相信受洗。
Εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ διʼ ὁράματος τῷ Παύλῳ "Μὴ φοβοῦ," ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, "διότι ἐγώ εἰμι μετὰ σοῦ" καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε,2 διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
夜间,主在异象中对保罗说: “不要怕, 只管讲,不要闭口,因为我与你同在, 必没有人下手害你,因为在这城里我有许多的百姓。”
Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
保罗就在那里住了一年零六个月,在他们中间教导神的道。
Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαίας κατεπέστησαν οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
到了迦流作亚该亚省长的时候,犹太人同心起来攻击保罗,拉他到审判台前,说:“这个人劝人不按着律法敬拜神。”
μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·3 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
保罗刚要开口,迦流就对犹太人说:“犹太人哪,如果是败德的行为或奸恶的罪事,我按理应当耐性听你们;但若是关乎字句、名目和你们本族律法的争论,你们自己去解决吧;我不想作这些事的法官。”
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
于是把他们撵出审判台。
ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
众人便揪住管会堂的所提尼,在审判台前打他;这些事迦流全都不管。
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν.4
保罗又住了许多日子,就辞别了弟兄,坐船往叙利亚去,百基拉和亚居拉也与他同去。保罗因为许过愿,就在坚革哩剪了头发。
κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις.
到了以弗所,保罗就把他们留在那里,自己却进了会堂,和犹太人辩论。
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, ἀλλὰ ἀποταξάμενος καὶ εἰπών Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελθὼν εἰς Καισαρίαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
众人求他多住些日子,他却没有答应,只辞别他们说:“神若许可,我还要回到你们这里来。”于是从以弗所开船。在凯撒利亚下了船,就上去问候教会,随后下到安提阿去。住了些日子,又离开那里,挨次经过加拉太地区和弗吕家,坚固众门徒。
Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
有一个犹太人,名叫亚波罗,本籍在亚历山大,是有口才的人,来到了以弗所;他在圣经上大有能力。
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου.
这人已经在主的道上受了教导,心里火热,把耶稣的事精细地讲论教训人,只是他单单晓得约翰的洗礼。
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ.
他在会堂里放胆讲道;百基拉和亚居拉听见,就接他来,将神的道给他讲解得更加精确。
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαίαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·5 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
亚波罗想要往亚该亚去,弟兄们就勉励他,并写信给门徒请他们接待他。他到了那里,多方帮助那蒙恩信主的人,因为他在众人面前极力驳倒犹太人,本着圣经证明耶稣就是基督。
- 18.5συνείχετο τῷ λόγῳ
与格 τῷ λόγῳ 可以表示原因、手段或范围(限制与格)。虽然可理解为“为道所迫(在圣灵中受催促)”,但在上下文中,随着西拉和提摩太的到来,保罗得以摆脱部分谋生劳动,解释为“全心专注于讲道(传道)”最为切合自然。
- 18.10τοῦ κακῶσαί σε
带属格冠词的不定式(articular infinitive)在此表目的(目的属格),意为“为了加害于你”。它并非动词 ἐπιθήσεται(攻击、下手)的宾语,而是表示该行动目的的状语修饰成分。
- 18.14Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν
非真实条件句(反事实假设),条件从句用未完成过去时直陈式 ἦν,主句用 ἄν 搭配未完成过去时直陈式 ἀνεσχόμην。结构表示“这若是件不法行为或罪案,我理当容忍/耐性听从你们(但事实并非如此)”。
- 18.18κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν
分词 κειράμενος 的逻辑主语在语法上既可以修饰最近的阳性单数名词 Ἀκύλας(亚居拉),也可以修饰整句话的主语 Ὁ δὲ Παῦλος(保罗)。虽然亚居拉在语序上较近,但整个叙事段落的主体和下文的行动者皆为保罗,因此通常理解为保罗剃了头发。
- 18.27συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος
介词短语 διὰ τῆς χάριτος(借着恩典/蒙恩)在句法修饰上有两种可能:(1) 修饰邻近的完成时分词 τοῖς πεπιστευκόσιν,意为“蒙恩信主的人”;(2) 修饰主要动词 συνεβάλετο,意为“借着(神的)恩典多方帮助信徒”。按词序紧邻度及路加的神学用语习惯,取(1)“借恩典信主之人”最为恰当。
