- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:17.1-17.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗和西拉在帖撒罗尼迦和庇哩亚传道却遭到犹太人阻挠,保罗随后前往雅典,并在亚略巴古就独一的造物主与死人复活发表演说。
Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
他们经过暗妃波里和亚波罗尼亚,来到帖撒罗尼迦,在那里有犹太人的会堂。
κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ1 εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ χριστός, ὁ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
保罗照他素常的规矩进去,一连三个安息日,本着圣经与他们辩论,讲解陈明基督必须受害,从死里复活,又说:“我所传给你们的这位耶稣,就是基督。”
καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ [τῷ] Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
他们中间有些人听了劝,就附从了保罗和西拉,并有许多敬虔的希腊人,尊贵的妇人也不少。
Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον·
但犹太人心里嫉妒,招聚了一些市井匪类,纠集成群,骚动那城;又闯进耶孙的家,想要把他们拉到民众面前。
μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
找不着他们,就把耶孙和几个弟兄拉到市官面前,喊叫说:“那些扰乱天下的人,也到这里来了!耶孙收留了他们。这些人全都违背凯撒的法令,说另有一个王名叫耶稣。”
ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
他们使听见这话的众人和市官惊慌。于是取了耶孙和其余之人的保状,就释放了他们。
Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν·
弟兄们随即在夜间打发保罗和西拉往庇哩亚去;二人到了,就进入犹太人的会堂。
οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, [τὸ] καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.2
这地方的人比帖撒罗尼迦人更开明,甘心领受这道,天天考查圣经,要看这些事是否果然如此。
πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
所以他们中间多有相信的,又有不少希腊贵妇和男士。
Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους.
但帖撒罗尼迦的犹太人知道保罗又在庇哩亚传神的道,也就往那里去,耸动搅扰众人。
εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
当时弟兄们便立刻打发保罗往海边去;西拉和提摩太仍住在那里。
οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
护送保罗的人带他到了雅典,领了保罗叫西拉和提摩太速速到他那里去的命令,就回去了。
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
保罗在雅典等候他们的时候,看见满城都是偶像,他的灵在里面便大受激愤。
διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
于是在会堂里与犹太人和敬虔的人辩论,并在市集上每日与碰见的人辩论。
τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στωικῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;3 οἱ δέ Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι·
还有伊壁鸠鲁和斯多亚两派的哲学家与他争论;有的说:“这胡言乱语的人想要说什么?”有的说:“他似乎是传扬外邦鬼神的”
ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. ἐπιλαβόμενοι δὲ αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη [ἡ] ὑπὸ σοῦ λαλουμένη διδαχή;
——这是因为保罗传讲耶稣与复活的福音。他们就拉住他,领他到亚略巴古,说:“你所讲的这新教训,我们能够知道是什么吗?
ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι.
因为你把一些奇怪的事传到我们耳中,所以我们想知道这些事是什么意思。”
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.
雅典人和住在那里的客人,都不在别的事上花工夫,只将新奇的事说说听听。
σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
保罗站在亚略巴古当中,说:“雅典人哪,我看你们在各方面都极有敬畏神明之心。
διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ΑΓΝΩΣΤΩ ΘΕΩ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.4
我走过的时候,观看你们所敬拜的,也遇见一座坛,上面写着:‘给未识之神’。你们所不认识而敬拜的,我现在告诉你们。
"ὁ θεὸς ὁ ποιήσας" τὸν κόσμον "καὶ" πάντα "τὰ ἐν αὐτῷ," οὗτος "οὐρανοῦ καὶ γῆς" ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς "διδοὺς" πᾶσι ζωὴν καὶ "πνοὴν" καὶ τὰ πάντα·
创造 宇宙 和 其中万物的 神, 这位 既然是天地 的主,就不住人手所造的殿,也不用人手服侍,好像缺少什么;他自己 倒将生命、 气息、 万物,赐给众人。
ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν,5 καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν Τοῦ γὰρ καὶ γένος ἐσμέν.
他从一本造出万族的人,住在全地面上,并且预先定准他们的年限和所住的疆界, 要叫他们寻求神,或者可以揣摩而得,其实他离我们各人不远; 因为我们生活、动作、存留,都在乎他。就如你们作诗的,有人说: ‘我们也是他所生的。’
γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
我们既是神所生的,就不当以为神性像人用手艺和心思所雕刻的金、银、石。
τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ἀπαγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει "κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ" ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
世人蒙昧无知的时候,神并不鉴察,如今却吩咐各处的人都要悔改;因为他已经定妥日子,要借着 他所设立的人按公义 审判天下,并且叫他从死里复活,给万人作了可信的凭据。”
ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.
众人听见从死里复活的话,就有人讥诮;又有人说:“我们还要再听你讲这个。”
οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν·
这样,保罗便从他们当中出去了。
τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος [ὁ] Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
但有几个人贴近他,信了,其中有亚略巴古的官丢尼修,并一个妇人名叫大马哩,还有其他人同着他们。
- 17.2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ
中性完成时分词实质化短语 τὸ εἰωθός(习惯)与关涉与格 τῷ Παύλῳ 搭配,表达“照保罗素常的规矩”,这是接与格而非属格的惯用句式。
- 17.11εἰ ἔχοι ταῦτα οὕτως
由连词 εἰ 引导的间接疑问句,动词使用了祈愿语气 ἔχοι。由于主句分词 ἀνακρίνοντες 表示过去的持续或反复动作,从属句的直陈语气现在时(ἔχει)因转述而转为斜法祈愿语气,意为“这些事是否果然如此”。
- 17.18Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;
疑问代词 τί 与助词 ἄν 及祈愿语气 θέλοι 构成的潜势祈愿语气(potential optative)。在疑问句中委婉地表达推测或怀疑,意为“这个胡言乱语的人到底想说什么?”
- 17.23ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
中性单数宾格关系代词 ὃ 指向主句中的代词 τοῦτο。承接前文“给未识之神”,此处不以阳性指代具体某位神,而是以中性概念指代所敬拜的“神圣之物”。分词 ἀγνοοῦντες 作方式状语,意为“在无知中、不知不觉地”。
- 17.27ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν
不定词 ζητεῖν 承接前节动词 ἐποίησεν,表示目的(或结果)。随后的条件从句 εἰ ἄρα γε 搭配祈愿语气动词(ψηλαφήσειαν 与 εὕροιεν),表达一种微弱、不确定的假设与期望(“或者可以揣摩而得”)。
