- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:16.19-16.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
婢女的主人因利益受损而控告保罗和西拉,二人遭棍打下监;半夜地震发生后,禁卒全家归信并受洗,次日保罗以罗马公民身份促使官长亲自道歉领他们出监,随后离开腓立比。
Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
婢女的主人们见发财的指望没有了,就揪住保罗和西拉,拉他们到市集去见首领;又带到官长面前,说:“这些人原是犹太人,竟骚扰我们的城,宣传我们罗马人所不可受、也不可行的规矩。”
καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια1 ἐκέλευον ῥαβδίζειν, πολλὰς δὲ ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
众人也一同起来攻击他们,官长就吩咐剥了他们的衣服,用棍打他们;打了许多棍,便把他们下在监里,嘱咐禁卒严密看守。
ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
禁卒领了这样的命令,就把他们下在内监里,两脚上了木狗。
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
约在半夜,保罗和西拉祷告,唱诗赞美神,众囚犯也侧耳听着。
ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ [παραχρῆμα] αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
忽然地大震动,甚至监牢的地基都摇动了,监门立刻全开,众人的锁链也都松开了。
ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
禁卒醒来,看见监门全开,以为囚犯已经逃走,就拔刀要自杀。
ἐφώνησεν δὲ Παῦλος μεγάλῃ φωνῇ λέγων. Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
保罗大声呼叫说:“不要伤害自己!我们都在这里。”
αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
禁卒叫人拿灯来,就跳进去,战战兢兢地俯伏在保罗和西拉面前;又领他们出来,说:“二位先生,我当怎样行才可以得救?”
οἱ δὲ εἶπαν Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
他们说:“当信主耶稣,你和你一家都必得救。”
καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
他们就把神的道讲给他和他全家的人听。
καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ἅπαντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.2
当夜,就在那时候,禁卒把他们带去,洗他们的伤;他和属乎他的人立时都受了洗。于是禁卒领他们上自己的家里,摆上饭,因为他和全家信了神,就极其喜乐。
Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
到了天亮,官长打发差役来,说:“释放那两个人吧。”
ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
禁卒就把这话告诉保罗说:“官长打发人来容你们去,如今可以出监,平平安安地去吧。”
ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας,3 ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
保罗却对他们说:“我们是罗马人,并没有定罪,他们就在众人面前打了我们,又把我们下在监里,现在要私下撵我们出去吗?这是不行的。叫他们自己来领我们出去吧!”
ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
差役把这话回禀官长;官长听见他们是罗马人,就害怕了,于是来劝慰他们,领他们出来,求他们离开那城。
ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
二人出了监,往吕底亚家里去,见了弟兄们,劝慰他们一番,就离开了。
- 16.22περιρήξαντες αὐτῶν τὰ ἱμάτια
分词περιρήξαντες的主语是官长(οἱ στρατηγοί),而αὐτῶν指保罗和西拉。依照罗马刑罚程序,执行棍刑前会将受刑者的衣服撕扯剥下。此处并非指官长因悲愤而撕裂自己的衣服,而是指官长下令剥除受刑者保罗和西拉的衣服。
- 16.34πανοικεὶ πεπιστευκὼς τῷ θεῷ
副词πανοικεί(全家一同)修饰完成时分词πεπιστευκώς(已信主,单数主格)。虽然分词在语法上与作为ἠγαλλιάσατο主语的禁卒一人一致,但副词说明了信神与喜乐是涵盖了他全家人的。
- 16.37Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας
ἀκατακρίτους(未经审判定罪)与ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας(身为罗马人)是动词ἔβαλαν及分词δείραντες的宾语ἡμᾶς的表语性同位语。这一句式明确指出了对方违反了禁止对未受正式审判的罗马公民施加体罚的罗马法律规定。
