- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:16.1-16.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗带提摩太同行,遵随圣灵的指引和马其顿异象前往腓立比宣教,促使吕底亚全家归信,并从一个占卜的婢女身上赶出巫鬼。
Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν·
保罗也到了特庇和路司得。看哪,在那里有一个门徒,名叫提摩太,是一个信主的犹太妇人的儿子,父亲却是希腊人。路司得和以哥念的弟兄都称赞他。
τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
保罗有意要带他一同前行,只因那些地方的犹太人,就带他去,给他行了割礼,因为众人都知道他父亲是希腊人。
Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἰεροσολύμοις.
他们经过各城,把耶路撒冷使徒和长老所定的规条交付他们遵守。
Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν.
于是众教会信心越发坚固,人数天天增加。
Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ·
他们经过弗吕家和加拉太地区,因为圣灵禁止他们在亚细亚讲道。他们到了每西亚的边界,试图往庇推尼去,耶稣的灵却不许。
παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
他们就越过每西亚,下到特罗亚。
καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
在夜间有异象现与保罗:有一个马其顿人站着求他说:“请你过到马其顿来帮助我们。”
ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συνβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς.1
保罗既看见这异象,我们认定神召我们传福音给他们,就立刻设法往马其顿去。
Ἀναχθέντες οὖν ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν, κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία.2 Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
于是从特罗亚开船,一直行到撒摩特喇,第二天到了尼亚波利,从那里来到腓立比,这是马其顿那一方的主要城市,也是罗马的驻防城。我们在这城里住了几天。
τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
当安息日,我们出城门,到了河边,以为那里有一个祷告的地方,我们就坐下对聚集的妇女讲道。
καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ Παύλου.
有一个卖紫色布匹的妇人,名叫吕底亚,是推雅推喇城的人,素来敬拜神。她听着,主就开导她的心,叫她留心听保罗所讲的话。
ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
她和她一家既受了洗,便求我们说:“你们若以为我是忠于主的,就请到我家里来住。”于是强留我们。
Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα3 ὑπαντῆσαι ἡμῖν,4 ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· αὕτη κατακολουθοῦσα [τῷ] Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.
后来,我们往那祷告的地方去,有一个被巫鬼附着的婢女迎面而来,她靠占卜使她的主人们发了大财。 她跟随保罗和我们,喊叫说:“这些人是至高神的仆人,对你们传讲救人的道。”
τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
她一连多日这样做。保罗心里甚是焦急,就转身对那鬼说:“我奉耶稣基督的名,吩咐你从她身上出来!”那鬼当时就出来了。
- 16.10προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς
叙述在此处(第10节)由第三人称转为第一人称复数(ἐζητήσαμεν, ἡμᾶς),标志着使徒行传中作者亲身随行的“我们”段落(we-passage)的开始。完成时动词 προσκέκληται 表明神的呼召是已经确立并持续生效的事实。
- 16.12ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία
形容词 πρώτη 既可在地理意义上理解为“最先抵达的城市”,也可在地位意义上理解为“该区域的主要城市/首要城市”。鉴于腓立比并非当时马其顿第一行政区的首府(首府为安菲波利斯),此处的 πρώτη 当指该辖区内具有首要重要性的城市,或自陆港登岸后在该区域遇到的第一座主要城市。
- 16.16πνεῦμα πύθωνα
名词 πύθωνα(πύθων 的单数宾格)作 πνεῦμα 的同位语或起形容词性修饰作用,意为“行占卜/皮同之灵”,源自与阿波罗神谕相关的巫术与预言能力。
- 16.16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν
非人称动词 Ἐγένετο 之后插入了表示时间的属格独立结构(πορευομένων ἡμῶν εἰς τὴν προσευχήν),其核心事件由宾格带不定式结构(παιδίσκην τινὰ ... ὑπαντῆσαι ἡμῖν)承担。这是新约希腊语中典型的受希伯来语思维(וַיְהִי)影响的叙事句式。
