- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:15.1-15.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在耶路撒冷会议上,使徒和长老讨论了外邦信徒是否受割礼与守律法的问题,并致信安提阿确立决定;其后保罗与巴拿巴因是否携带马可同行而产生分歧,各自出发。
ΚΑΙ ΤΙΝΕΣ ΚΑΤΕΛΘΟΝΤΕΣ ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωυσέως, οὐ δύνασθε σωθῆναι.
有些人从犹太下来,教训弟兄们说:“你们若不按摩西的规条受割礼,就不能得救。”
γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
保罗和巴拿巴与他们起了不小的争执和辩论之后,众人就定规,叫保罗、巴拿巴和他们当中的几个人,为了这个问题上耶路撒冷去见使徒和长老。
Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμαρίαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.
他们既然受教会送行,就经过腓尼基和撒玛利亚,详细述说外邦人归信的事,叫所有的弟兄都非常欢喜。
παραγενόμενοι δὲ εἰς Ἰεροσόλυμα παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετʼ αὐτῶν.
他们到了耶路撒冷,受到教会、使徒和长老的接待,就述说了神同他们所行的一切事。
Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωυσέως.
唯有几个信徒是从法利赛派出来的,他们站起来说:“必须给他们行割礼,吩咐他们遵守摩西的律法。”
Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
使徒和长老就聚在一处,要商议这事。
Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου1 ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι, καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
辩论已经多了,彼得就站起来对他们说:“弟兄们,你们知道,神早已在你们中间拣选了我,叫外邦人从我口中得听福音的道,而且相信。知道人心的神也为他们作了见证,赐圣灵给他们,正如给我们一样; 又藉着信洁净了他们的心,并不分我们和他们。
νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν2 ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
现在你们为什么试探神,要把我们祖宗和我们所不能负的轭放在门徒的颈项上呢?
ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.
我们却相信,我们得救乃是藉着主耶稣的恩典,和他们一样。”
Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν.
全体大众就都静默,听巴拿巴和保罗述说神藉着他们在外邦人中所行的神迹奇事。
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
他们说完了,雅各就应声说:“弟兄们,请听我说话。
Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται " Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν," " ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς,"
西门已经述说神起初怎样眷顾外邦人,从他们中间选取百姓归于自己的名下;众先知的话也与这意思相合,正如经上所记: ‘此后我要回来, 重新建造大卫倒塌的帐幕, 也要把其中的破损重新修造,使它立起来, 叫余剩的人, 就是凡称为我名下的万民, 都寻求主。
" λέγει Κύριος ποιῶν ταῦτα γνωστὰ ἀπʼ αἰῶνος."
这话是自古显明这些事的主说的。’
διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ πνικτοῦ καὶ τοῦ αἵματος·
所以据我的意见,不可难为那归向神的外邦人;只要写信吩咐他们禁戒偶像的污秽、奸淫、勒死的牲畜和血。
Μωυσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
因为自古以来,摩西的律法在各城都有人宣讲,每逢安息日在会堂里被诵读。”
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι3 εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν4 Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
那时,使徒、长老和全教会定规从他们中间选出人来,差他们同保罗、巴拿巴往安提阿去。所选的就是被称为巴撒巴的犹大和西拉,这两个人在弟兄中是领袖。〔使徒和长老〕借着他们的手写信说:“使徒和作长老的弟兄们,向安提阿、叙利亚、基利家外邦的弟兄们问安。
Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
我们听说我们中间有几个人用言语扰乱你们,困惑你们的心;其实我们并没有吩咐他们。所以我们同心定意选立人,差他们同我们所亲爱的巴拿巴和保罗到你们那里去。这二人是为我们主耶稣基督的名不顾性命的。
ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
我们就差了犹大和西拉,他们也要亲口述说同样的事。
ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας·
因为圣灵和我们定意不将别的重担放在你们身上,唯有这几样必不可少的, 就是禁戒祭偶像之物、血、勒死的牲畜和奸淫。
ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.
你们若保守自己不沾染这些,就必好了。愿你们安康。”
Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
他们既受差遣,就下安提阿去,聚集众人,交付了书信。
ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
众人读了,因信中的劝勉而欢喜。
Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
犹大和西拉也是先知,就用许多话劝勉弟兄,坚固他们。
ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
住了一些日子,弟兄们打发他们平平安安地回到差遣他们的人那里去。
Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
保罗和巴拿巴却留在安提阿,和许多别的人一同教训人,传扬主的道。
Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρνάβαν Παῦλος Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
过了些日子,保罗对巴拿巴说:“让我们回到我们从前宣传主道的一切城邑,看望弟兄们,看他们景况如何。”
Βαρνάβας δὲ ἐβούλετο συνπαραλαβεῖν καὶ τὸν Ἰωάνην τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συνπαραλαμβάνειν τοῦτον.5
巴拿巴有意要带那称为马可的约翰一同去;但保罗以为,不可带那在旁非利亚离开他们、不和他们同去做工的人同去。
ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον. Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν, διήρχετο δὲ τὴν Συρίαν καὶ [τὴν] Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
于是二人起了激烈的争执,甚至彼此分开;巴拿巴带着马可坐船往塞浦路斯去;保罗却拣选了西拉,蒙弟兄们交托在主的恩典中,就起行了。他走遍叙利亚和基利家,坚固众教会。
- 15.7ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου
介词短语 ἐν ὑμῖν 修饰动词 ἐξελέξατο,可理解为“在你们当中挑选”(部分或处所意义),或受闪米特语结构影响表“在你们中间定下拣选”。后接的不定词短语 ἀκοῦσαι ... καὶ πιστεῦσαι 则作拣选的目的或内容说明。
- 15.10τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν
不定词 ἐπιθεῖναι 作解释性(说明手段或结果)用法,可理解为“藉着加轭于门徒颈项上去试探神”,或“去试探神以致于加轭”。两者皆表明强加律法重担的行为本身即是对接纳外邦人的神的试探。
- 15.22ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι
非人称动词 ἔδοξε 接与格(τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις),按格的一致规则,分词本应为与格(ἐκλεξαμένοις);此处转用宾格分词 ἐκλεξαμένους,与不定词 πέμψαι 隐涵的逻辑主语保持一致,属于格的变位转换。
- 15.23γράψαντες διὰ χειρὸς αὐτῶν
阳性复数主格分词 γράψαντες 是破格句式(anacoluthon)。它在语法上未与非人称动词 ἔδοξε 一致,而是依照语义上的逻辑主语(决意并差派书信的使徒与长老们)而取主格。
- 15.38τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συνπαραλαμβάνειν τοῦτον
在动词 ἠξίου 所带的不定词从句中,宾格分词短语 τὸν ἀποστάντα... 被提前以示强调,并由后接的不定词 μὴ συνπαραλαμβάνειν 之后的指示代词 τοῦτον 加以复指。这种倒装和前置构式突出了保罗拒绝带马可同行的理由。
