- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:14.1-14.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗和巴拿巴在以哥念、路司得和特庇传道,经历医治瘸腿者引发的受拜风波与犹太人的逼迫,随后回程坚固各地门徒,并返回安提阿汇报传道成果。
Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ1 εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
二人在以哥念一同进犹太人的会堂讲道,以致犹太人和希腊人都有极大的一群信了。
οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
但那些不顺从的犹太人挑唆并毒化外邦人的心,使他们敌对弟兄们。
ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
二人在那里住了多日,靠着主放胆讲道;主藉着他们的手施行神迹奇事,见证他恩惠的道。
ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
城里的众人就分裂了,有的附从犹太人,有的附从使徒。
ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
当外邦人和犹太人同他们的官长一齐发动,企图侮辱并用石头打他们的时候,二人知道了,就逃往吕高尼的城镇路司得和特庇,以及周围的地区,在那里继续传福音。
Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
在路司得坐着一个两脚无力的人,生来是瘸腿的,从来没有走过路。
οὗτος ἤκουεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι2 εἶπεν μεγάλῃ φωνῇ Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός· καὶ ἥλατο καὶ περιεπάτει.
这人听保罗讲道;保罗定睛看他,见他有可得痊愈的信心,就大声说:“你立起身来,两脚站直!”那人就跳起来,而且行走。
οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
群众看见保罗所作的事,就用吕高尼话大声说:“有神化作人的形状降到我们这里来了!”于是称巴拿巴为宙斯,称保罗为赫尔墨斯,因为他是领头说话的人。
ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
城外宙斯庙的祭司牵着牛,拿着花圈来到城门前,想要同群众献祭。
ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα "ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν" "καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·"
巴拿巴和保罗两位使徒听见,就撕裂衣服,跳进群众中间,喊叫着说:“诸位,为什么作这些事呢?我们也是与你们同样性情的人,向你们传福音,是要叫你们离弃这些虚妄之物,归向那创造天、地、海和其中万物的永生神。
ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
他在以往的世代,容准万国各行其道;然而并非没有为自己显出证据来,常常行善,从天降雨给你们,赐给丰收的季节,以食物和喜乐充满你们的心。”
καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.3
二人说了这些话,才勉强拦住群众不向他们献祭。
Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
但有些犹太人从安提阿和以哥念来,挑唆了群众,就用石头打保罗,以为他已经死了,便拖到城外。
κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
门徒围绕他的时候,他起来走进城去;第二天,同巴拿巴往特庇去。
εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ [εἰς] Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.4
他们在那城里传了福音,使好些人作了门徒,就回路司得、以哥念、安提阿去,坚固门徒的心,劝他们恒守所信的道,又说:“我们进入神的国,必须经历许多艰难。”
χειροτονήσαντες δὲ αὐτοῖς κατʼ ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
二人在各教会为他们选立了长老,禁食祷告,把他们交托给所信靠的主。
καὶ διελθόντες τὴν Πισιδίαν ἦλθαν εἰς τὴν Παμφυλίαν, καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀτταλίαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
随后经过彼息底亚,来到旁非利亚,在别加讲了道,就下到亚大利,从那里坐船往安提阿去;他们从前在那里被交托在神的恩典中,为要完成如今已完工的事工。
Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
他们到了那里,聚集了会众,就述说神同他们所行的一切事,并怎样为外邦人开了信道的门。
διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
二人就在那里同门徒住了不少日子。
- 14.1κατὰ τὸ αὐτὸ
副词性短语,修饰动词 εἰσελθεῖν,意为“一同/一起”(相当于古典希腊语的 ὁμοῦ)。虽然在某些语境下可解为“照样/同样”(指延续之前在彼息底亚安提阿的惯常做法),但此处主要指保罗与巴拿巴协同进入会堂。
- 14.9τοῦ σωθῆναι
修饰名词 πίστιν 的带冠词属格不定式。用以限定信心的内容、目的或结果,表示“得以痊愈(得救)的信心”。在新约希腊语中,由带冠词的不定式属格修饰名词以说明同位或结果是常见句法。
- 14.18τοῦ μὴ θύειν αὐτοῖς
由表示制止的动词 κατέπαυσαν 引出的带冗余否定词 μή 的属格定冠词不定式结构。这是古典及通俗希腊语的传统句法,阻碍或禁止类动词所带的不定式补足语常附加否定词 μή,句意并非双重否定,而是表示所制止的对象,即“阻止群众向他们献祭”。
- 14.22καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
由分词 παρακαλοῦντες(劝勉)所支配的句法转换(破格句法)。前一补足成分为不定式 ἐμμένειν τῇ πίστει(恒守信仰),而后半部分借由 καὶ 转换为由引导词 ὅτι 引出的引语从句,主语也泛化转向为包括说话者在内的“我们”(ἡμᾶς)。
