← 新约圣经

使徒行传

§13.26-13.52

保罗论复活的讲道与转向外邦人传道

保罗在会堂宣讲耶稣的受难与复活、大卫之约的应验以及因信称义。下一个安息日,面对犹太人因群众归附而生的嫉妒与反对,保罗和巴拿巴转而向外邦人传道,随后因遭驱逐而前往以哥念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.26

Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν "ὁ λόγος" τῆς σωτηρίας ταύτης "ἐξαπεστάλη."

弟兄们,亚伯拉罕家族的子孙和你们中间敬畏神的人哪,这救恩的道是传给我们的。

§13.27

οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,1 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν·

因为耶路撒冷的居民和他们的官长,不认识这位,也不明白每个安息日所读先知的话,反倒定他的罪,应验了这些话;虽然查不出该死的罪状,还是求彼拉多处死他。

§13.29

ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.

他们既成就了关于他所写的一切话,就把他从木头上取下来,安放在坟墓里。

§13.30

ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·

但神使他从死人中复活了。

§13.31

ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

他在多日里向那些同他从加利利上耶路撒冷的人显现,这些人如今就是他在民间的见证人。

§13.32

καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ "Υἱός μου εἶ σύ, ἐγὼ" "σήμερον γεγέννηκά σε."

我们也向你们传报向祖宗所作应许的福音,就是神借着使耶稣复活,向我们的儿女应验了这话,正如在诗篇第二篇上也记着: ‘你是我的儿子,我今日生了你。’

§13.34

ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς "διαφθοράν," οὕτως εἴρηκεν2 ὅτι "Δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά."

论到神使他从死人中复活,不再归于朽坏,他曾这样说: ‘我必将大卫可靠的圣恩赐给你们。’

§13.35

διότι καὶ ἐν ἑτέρῳ λέγει "Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· "

所以又在另一篇上说: ‘你必不让你的圣者见朽坏。’

§13.36

"Δαυεὶδ "μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη "πρὸς τοὺς πατέρας αὐτοῦ" καὶ εἶδεν διαφθοράν, ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.

大卫在自己的世代服事了神的旨意,就睡了,归到他祖宗那里,见到了朽坏;惟独神所复活的这位,并没有见朽坏。

§13.38

Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.3

所以弟兄们,你们当知道:赦罪的道是由这位传给你们的;并且在你们靠摩西的律法不能称义的一切事上,凡信靠这位的就都得称义了。

§13.40

βλέπετε οὖν· μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις "Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ""ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν," ἔργον "ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν."

所以你们要谨慎,免得先知书上所说的临到你们:‘看哪,你们藐视的人,要惊奇并灭亡;因为在你们的日子,我要行一件事,一件即使有人向你们详细述说,你们也绝不信的事。’

§13.42

Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον4 λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.

他们出去的时候,众人切求在下个安息日把这些话讲给他们听。

§13.43

λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.

会堂散了以后,许多犹太人和敬虔的进教者跟从了保罗和巴拿巴,二人对他们讲话,劝他们要常在神的恩典中。

§13.44

Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.

到了下一个安息日,全城的人几乎都聚集要听神的道。

§13.45

ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.

但犹太人看见群众,就满心嫉妒,并且毁谤,反驳保罗所讲的话。

§13.46

παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπαν Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη·

保罗和巴拿巴放胆说:“神的道先讲给你们,原是应当的;你们既然弃绝这道,断定自己不配得永生,看哪,我们就转向外邦人去了。

§13.47

οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος "Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς."

因为主曾这样吩咐我们: ‘我已经立你作外邦人的光, 叫你作救恩直到地极。’”

§13.48

ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ θεοῦ, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·5

外邦人听见这话,就欢喜,赞美神的道;凡预定得永生的人都信了。

§13.49

διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας.

主的道传遍了那一片地区。

§13.50

οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.

但犹太人挑唆虔敬尊贵的妇人和城里首要的人,激起针对保罗和巴拿巴的迫害,把他们赶出境外。

§13.51

οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

二人对着他们跺掉脚上的尘土,往以哥念去了。门徒满心喜乐,又被圣灵充满。

语法注5 条
  1. 13.27τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν

    分词 κρίναντες(审判/定罪)承接上文,以 τοῦτον(这位)为逻辑宾语,而主动词 ἐπλήρωσαν(应验/成就)则支配 τὰς φωνὰς τῶν προφητῶν(先知的话)。整句意为“不认识这位,也不明白安息日所读先知的话,反倒因定他的罪而应验了这些预言”。虽有解法将 τὰς φωνάς 作 κρίναντες 的宾语(“判断先知的话而应验之”),但结合上下文及新约用法,κρίνω 此处指对耶稣作出司法定罪最为自然。

  2. 13.33ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν

    连词 ὅτι 在此引导名词性从句,用以标明全句探讨的主题事实(“至于神使他从死人中复活……这件事”),主句 οὕτως εἴρηκεν ὅτι...(他曾这样说:……)承接此话题并引出旧约引文。宾格分词短语 μηκέτι μέλλοντα 作 αὐτόν 的修饰语,表示“不再将要归于朽坏”。

  3. 13.38καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται

    关系代名词 ὧν 受先行词 πάντων(属格)的格吸引而变为属格(本应为内宾格 ἅ 或夺格)。介词短语 ἀπὸ πάντων ὧν... 依附于后文的动词 δικαιοῦται(得称义/得免罪责),表达分离义,意即“在摩西律法不能使你们称义的一切事上”。句子的核心骨架为 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται(凡信靠这位的就都得称义了)。

  4. 13.42εἰς τὸ μεταξὺ σάββατον

    形容词用法的 μεταξὺ 在古典希腊语中通常指“在……之间的”,但在通俗希腊语(Koine)中已被广泛确立为表示“接续的/下一个”(相当于 ἑξῆς)。因此根据文脉,此处的短语当指“下一个安息日”,而非周中间的平日。

  5. 13.48ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον

    ἦσαν τεταγμένοι 是由未完成式动词 εἰμί 与动词 τάσσω(分派/立定/指定)的完成被动态分词构成的迂回过去完成被动态(periphrastic pluperfect passive),表示过去已确立的状态,意为“凡被预定得永生的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:13.26-13.52