← 新约圣经

使徒行传

§13.1-13.25

保罗与巴拿巴受差遣及在皮西迪亚讲道

巴拿巴和扫罗(保罗)在安提阿蒙圣灵差遣出征宣教,在塞浦路斯制伏行法术的以吕马,随后抵达皮西迪亚的安提阿,保罗在会堂中开始宣讲以色列的历史并引向救主耶稣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.

在安提阿当地的教会中,有几位先知和教师,就是巴拿巴和称呼尼结的西面、古利奈人路求、与分封王希律同养的马念,并扫罗。

§13.2

Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.1

他们事奉主、禁食的时候,圣灵说:“要为我分派巴拿巴和扫罗,去作我召他们作的工。”

§13.3

τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.

于是禁食祷告,按手在他们头上,就打发他们去了。

§13.4

Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελευκίαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.

他们既蒙圣灵差遣,就下到西流基,从那里坐船往塞浦路斯去。到了撒拉米,就在犹太人各会堂里传讲神的道,也有约翰作他们的帮手。

§13.6

Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·

经过全岛,直到帕弗,遇见一个犹太人,是个行法术的假先知,名叫巴耶稣。他常与省长士求保罗同在,士求保罗是个通达人。他请了巴拿巴和扫罗来,切求听神的道。

§13.8

ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

只是那行法术的以吕马(因为他的名字翻出来就是这样)敌挡他们,想要叫省长不信真道。

§13.9

Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν εἶπεν Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων2 τὰς ὁδοὺς τοῦ κυρίου τὰς εὐθείας; καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.

扫罗,也就是保罗,被圣灵充满,定睛看他,说:“你这充满各样诡诈和奸恶、魔鬼的儿子、一切正义的仇敌,你还不止住混乱主的正道吗?现在你看,主的手临到你身上,你要瞎眼,暂时不能看见日光。”立刻就有雾气和黑暗落在他身上,他四下走动,寻找人领他的手。

§13.12

τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπληττόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.

省长看见所发生的事,因主的教训极其惊奇,就信了。

§13.13

Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάνης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἰεροσόλυμα.

保罗和同伴从帕弗开船,来到旁非利亚的佩尔加;约翰却离开他们,回耶路撒冷去了。

§13.14

Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.

他们离了佩尔加往前行,来到皮西迪亚的安提阿,在安息日进会堂坐下。

§13.15

μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί, εἴ τις ἔστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

读完了律法和先知的书,管会堂的叫人过去,对他们说:“弟兄们,你们中间若有什么劝勉大众的话,请说。”

§13.16

ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν Ἄνδρες Ἰσραηλεῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.

保罗就站起来,摆手说:“以色列人和敬畏神的人,请听。

§13.17

Ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ "μετὰ βραχίονος" "ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,"

这以色列民的神拣选了我们的祖宗,当民寄居埃及地的时候高举他们,并且 ‘用高举的 膀臂领他们从那里出来。’

§13.18

καί, ὡς τεσσερακονταετῆ χρόνον "ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,"

又在约四十年的时间里, ‘在旷野容忍他们的行径,’

§13.19

"καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν "τὴν γῆν αὐτῶν ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα.3 καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ προφήτου. κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κείς, ἄνδρα ἐκ φυλῆς Βενιαμείν, ἔτη τεσσεράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας "Εὗρον Δαυεὶδ" τὸν τοῦ Ἰεσσαί, "[ἄνδρα] κατὰ τὴν καρδίαν μου," ὃς ποιήσει πάντα τὰ θελήματά μου.

‘既灭了迦南地七族的人,就把’他们的地分给他们为业, 约有四百五十年。此后给他们设立士师,直到先知撒母耳的时候。后来他们求一个王, 神就把便雅悯支派中基士的儿子扫罗给他们作王四十年;既废了扫罗,就立大卫作他们的王,又为他作见证说: ‘我寻得大卫, 耶西的儿子, 是合我心意的人, 他必实行我一切的心愿。’

§13.23

τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάνου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

从这人的后裔中,神按照应许给以色列带来了一位救主,就是耶稣; 在他来到之前,约翰先向以色列全体民众宣告悔改的洗礼。

§13.25

ὡς δὲ ἐπλήρου Ἰωάνης τὸν δρόμον, ἔλεγεν Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ·4 ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

约翰快要跑完他的路程时,说:‘你们以为我是谁?我并不是他;但看哪,有一位在我以后来的,我连解他脚上的鞋带也不配。’”

语法注4 条
  1. 13.2εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς

    动词 προσκέκλημαι 为完成时中动态异相动词(deponent),表主动含义(“我所召”)。关系代词 ὃ 与直接宾语 αὐτούς 构成双宾格结构(相当于同源宾格或吸收了前置词的 εἰς ὅ),整句意为“去作我召他们作的工”。

  2. 13.10οὐ παύσῃ διαστρέφων

    否定词 οὐ 与直说语气将来时第二人称单数(παύσῃ)连用,构成修辞性反问,表达强烈的诘责或命令语气(“你还不止住……吗?”)。动词 παύομαι 接补充性现在分词(διαστρέφων),表示中止某项持续的动作(“停止歪曲”)。

  3. 13.20ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα

    与格 ἔτεσι 在此表示持续的时间段(“约四百五十年之久”),在通用希腊语中与格常可代替古典时期的宾格来表达持续时间。在批判文本的句法划分中,该短语修饰的是前文(从拣选祖先到分迦南地为业的历程),而非指后文士师治理的年代长短。

  4. 13.25Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ

    在此“宾格加不定词”结构中,疑问代词 Τί 作不定词 εἶναι 的述语宾格,而 ἐμέ 为不定词的逻辑主语(宾格)(“你们以为我是谁?”)。紧随其后的 οὐκ εἰμὶ ἐγώ 为省略了述语的答句,意为“我并不是[那位弥赛亚]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:13.1-13.25