- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:12.1-12.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律王斩杀雅各并囚禁彼得,但彼得被天使奇迹般解救;随后希律因接受僭妄的称颂而遭神击打身亡,巴拿巴和扫罗则办完赈济之事返回。
Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάνου μαχαίρῃ·
约在那时,希律王下手苦害教会中的几个人,用刀杀了约翰的兄弟雅各。
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν1 καὶ Πέτρον, (ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων)
他见这事博得了犹太人的欢心,就接着去捉拿彼得(那时正是除酵的日子)。
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
拿了彼得,就把他收在监里,交给四班兵丁看守,每班四个人,打算在逾越节后把他提出来交给民众。
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
于是彼得被拘留在监里;教会却为他切切地向神祈祷。
Ὅτε δὲ ἤμελλεν προσαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
希律将要提他出来的前一夜,彼得被两条铁链锁着,睡在两个兵丁当中,门前的卫兵也看守着监牢。
καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
看哪,有主的一位使者站在旁边,屋里有光照耀;使者拍彼得的肋旁,拍醒了他,说:“快快起来!”铁链就从他手上落下来。
εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι·
使者对他说:“束上腰带,穿上鞋。”他就照着做了。使者又对他说:“披上外衣,跟着我来。”
καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
彼得就出来跟着他,不知道借着使者所做的事是真的,还以为是见了异象。
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπʼ αὐτοῦ.
他们过了第一道和第二道哨卡,来到通往城里的铁门,那门自己对他们开了。他们出来,走过一条街,使者立刻离开了他。
καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
彼得醒悟过来,说:“现在我真知道主差遣了他的使者,救我脱离希律的手和犹太民众的一切期待。”
συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάνου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
他想明白之后,就往那称呼马可的约翰的母亲马利亚家去,在那里有好些人聚集祷告。
κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη, καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
他敲了外门,有一个名叫罗大的使女出来应门;认出是彼得的声音,欢喜得顾不得开门,就跑进去报告说彼得站在门外。
οἱ δὲ πρὸς αὐτὴν εἶπαν Μαίνῃ. ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον Ὁ ἄγγελός ἐστιν αὐτοῦ.
他们对她说:“你疯了!”她却极力坚持果然如此。他们就说:“必是他的天使。”
ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
彼得却不住地敲门。他们开了门,看见是他,就甚惊奇。
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
彼得摆手叫他们不要作声,向他们述说主怎样领他出监,又说:“你们把这些事告诉雅各和众弟兄。”就出去往别处去了。
Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.2
天亮了,兵丁当中起了不小的骚乱,不知道彼得到底怎么样了。
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι,3 καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισαρίαν διέτριβεν.
希律寻找他,找不着,就审问卫兵,吩咐把他们拉去处决。接着他从犹太下到该撒利亚,住在那里。
Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
希律正对推罗和西顿的人怀怒;他们一心一意来见他,托王内侍寝官伯拉斯都说情,要求和好,因为他们的地域由王的地土供应粮食。
τακτῇ δὲ ἡμέρᾳ [ὁ] Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
在定好的日子,希律穿上朝服,坐在审判座上,向他们讲论;民众喊着说:
ὁ δὲ δῆμος ἐπεφώνει Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
“这是神的声音,不是人的声音!”
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθʼ ὧν4 οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
主的一位使者立刻击打他,因为他不归荣耀给神;他被虫所咬,就断了气。
Ὁ δὲ λόγος τοῦ κυρίου ηὔξανεν καὶ ἐπληθύνετο.
主的道却日见生长,越发广传。
Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συνπαραλαβόντες Ἰωάνην τὸν ἐπικληθέντα Μάρκον.
巴拿巴和扫罗办完了供给的事,就回到耶路撒冷,带着称呼马可的约翰同去。
- 12.3προσέθετο συλλαβεῖν
动词 προστίθημι 后接不定词的结构属于受七十士译本影响的希伯来语式表达(反映希伯来语 yāsap 加不定词表示“进而做……”、“接着做……”)。此处表达“进而逮捕”、“接着拿获”。
- 12.18τί ἄρα ὁ Πέτρος ἐγένετο
阐明名词 τάραχος(骚乱)内容的名词性间接疑问从句。γίνομαι 与主格名词(ὁ Πέτρος)及中性疑问代词主格(τί)连用,是表示“……究竟变成了怎样/……到底出了什么事”的惯用表达。
- 12.19ἀπαχθῆναι
由 ἐκέλευσεν 支配的被动语态不定词。在司法审判语境中,ἀπάγω 常作为专门术语表示“押去处死”;此处意指命令将卫兵们(τοὺς φύλακας)拉去处决。
- 12.23ἀνθʼ ὧν
介词 ἀντί 与属格关系代词 ὧν 构成的缩合连接词短语(相当于 ἀντὶ τούτου ὅτι),用于引出原因,意为“因为”、“由于”。
