← 新约圣经

使徒行传

§11.1-11.30

彼得在耶路撒冷的辩护与安提阿教会的建立

彼得在耶路撒冷向奉割礼的信徒解释了外邦人哥尼流一家归主及圣灵降临的始末,化解了指责。同时,因受逼迫而分散的信徒在安提阿建立教会并向非犹太人传福音,巴拿巴与扫罗在此牧养,教会并向犹太地区受饥荒影响的弟兄运送了救济物资。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.

使徒和在犹太的弟兄们听见外邦人也领受了神的道。

§11.2

Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι εἰσῆλθεν πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγεν αὐτοῖς.

及至彼得上了耶路撒冷,那些奉割礼的人就同他争辩,说他进了未受割礼之人的家,与他们一同吃饭。

§11.4

ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·

彼得就开口,按着次序向他们讲解,说:“我 在约帕城里祷告的时候,魂游象外,看见异象,有一物降下,好像一块大布,系着四角,从天缒下,直来到我跟前。

§11.6

εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·

我定睛往里察看,看见地上四足的牲畜、野兽、爬虫并空中的飞鸟。

§11.7

ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.

我也听见有声音对我说:‘彼得,起来,宰了吃!’

§11.8

εἶπον δέ Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.

我说:‘主啊,绝对不可!因为俗物或不洁净的物,从来没有入过我的口。’

§11.9

ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.

第二次,有声音从天上回答说:‘神所洁净的,你不可当作俗物。’

§11.10

τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.

这样一连三次,然后一切都再次收回到天上去。

§11.11

καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρίας πρός με.

看哪,正在那时,有三个人站在我们所在的屋子前,是从该撒利亚差来见我的。

§11.12

εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα.1 ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.

圣灵吩咐我与他们同去,不要疑惑。同我去的还有这六位弟兄,我们都进了那人的家。

§11.13

ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.

那人就告诉我们,他怎样在自己家里看见一位天使站着,说:‘你打发人往约帕去,请那称呼彼得的西门来; 他有话要对你讲,借着这些话,你和你的全家都要得救。’

§11.15

ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.

我一开讲,圣灵就降在他们身上,正如起初降在我们身上一样。

§11.16

ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.

我就想起主的话说:‘约翰用水施浸,但你们要受圣灵的浸。’

§11.17

εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;2

神既然给他们同样的恩赐,像给我们这些信靠主耶稣基督的人一样,我是谁,怎能阻挡神呢?”

§11.18

ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.

众人听见这些话,就安静下来,归荣耀于神,说:“这样看来,神也赐给外邦人悔改以致得生命了。”

§11.19

Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.

那些因司提反的事遭患难而分散的人,直走到腓尼基、塞浦路斯和安提阿,他们不向别人传道,只向犹太人传。

§11.20

Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.

但他们当中有些塞浦路斯和古利奈人,来到安提阿,也向希腊化的人传讲,传扬主耶稣的福音。

§11.21

καὶ ἦν χεὶρ Κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.

主的手与他们同在,信而归主的人数很多。

§11.22

Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν [ἐν] τῷ κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.

这事传到耶路撒冷教会的耳中,他们就打发巴拿巴到安提阿去;他到了那里,看见神的恩典,就欢喜,劝勉众人要立定心志,恒久靠主;因为他是个好人,满有圣灵和信心。于是有许多人归服了主。

§11.25

ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.3

他又往大数去找扫罗,找着了,就带他到安提阿来。整整一年,他们与教会一同聚集,教导了许多人;门徒称为基督徒,就是从安提阿起首的。

§11.27

ΕΝ ΤΑΥΤΑΙΣ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ κατῆλθον ἀπὸ Ἰεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·

在那些日子,有几位先知从耶路撒冷下到安提阿。

§11.28

ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμαινεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.

其中有一位名叫亚迦布的站起来,借着圣灵指明普天下将有大饥荒;这事在克劳狄年间果然成了。

§11.29

τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

于是门徒按各人的力量,定意各人送去救济住在犹太的弟兄;他们就这样做了,借着巴拿巴和扫罗的手,送到众长老那里。

语法注3 条
  1. 11.12μηδὲν διακρίναντα

    宾格分词 διακρίναντα 与不定式 συνελθεῖν 的逻辑主语(即彼得/“我”)保持一致。该词为不定过去主动态分词,既可理解为“毫无疑惑/毫不迟疑”,也可理解为“不做分别(不区分犹太人与外邦人)”。

  2. 11.17ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;

    修辞性反问句结构,直译为“作为能够阻挡神的人,我是谁呢?”,反诘表达出“我算什么,怎能阻挡神”的绝对不可能与无能为力。

  3. 11.26ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

    非人称动词 ἐγένετο 接与格代词 αὐτοῖς,后接三个平行的不定式短语(συναχθῆναι、διδάξαι 及 χρηματίσαι)构成实际主语从句。在最后一个分句中,宾格 τοὺς μαθητάς 作不定式 χρηματίσαι 的逻辑主语,意为“门徒被称为基督徒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:11.1-11.30