← 新约圣经

使徒行传

§10.26-10.48

彼得在哥尼流家讲道与圣灵降临在外邦人身上

彼得进入凯撒利亚哥尼流的家,宣告神已洁净与外邦人的往来,并传讲耶稣基督生平与复活的福音。在他讲道时,圣灵降在所有听道的外邦人身上,他们在奉割礼的信徒惊叹中受浸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.26

ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.

彼得却拉他起来,说:“起来,我自己也是人。”

§10.27

καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, ἔφη τε πρὸς αὐτούς Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·

彼得同他谈着话进去,见有许多人聚集,就对他们说:“你们知道,犹太人与别国的人亲近来往是不合律例的;但神已经指示我,无论什么人我都不可称之为俗物或不洁净的。

§10.29

διὸ καὶ ἀναντιρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.

因此,我一被召,就毫不推辞地来了。那么我问,你们是为什么缘故请我来的?”

§10.30

καὶ ὁ Κορνήλιος ἔφη Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ καί φησι Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ·

哥尼流说:“四天前直到这一刻,我正在家中做申初的祷告,看哪,有一位身穿光明衣裳的人站在我面前,说:‘哥尼流,你的祷告已蒙应允,你的周济在神面前已蒙记念。

§10.32

πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν.

所以你当打发人往约帕去,请那称呼彼得的西门来;他借住在海边皮匠西门的家里。’

§10.33

ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου.

因此我立刻打发人去请你,你来了真是太好了。现在我们都在神面前,要听主所吩咐你的一切话。”

§10.34

ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι "οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός," ἀλλʼ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστίν.

彼得就开口说:“我真看出, 神是不偏待人的,原来在各国中,凡敬畏他、行义的人,都为他所悦纳。

§10.36

"τὸν" "λόγον ἀπέστειλεν" τοῖς υἱοῖς "Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην" διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων κύριος.

那道, 他差遣 给以色列的 子孙,传和平的福音, 借着耶稣基督——他是万人的主——

§10.37

ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος1 ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάνης, Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς "ἔχρισεν" αὐτὸν "ὁ θεὸς πνεύματι" ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετʼ αὐτοῦ·

你们知道那在全犹太地所传开的话,在约翰所传的浸礼之后,从加利利起首, 说到拿撒勒人耶稣, 神怎样 以圣灵 和能力膏他, 他周游四方行善事,医好凡被魔鬼压制的人,因为神与他同在。

§10.39

καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν "κρεμάσαντες ἐπὶ ξύλου."

他在犹太人之地和耶路撒冷所行的一切事,我们都是见证人;他们竟把他 挂在木头上杀了。

§10.40

τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·

第三天,神使他复活,并且显现出来,不是显现给所有的百姓看,乃是显现给神预先所拣选的见证人看,就是我们这些在他从死里复活之后与他同吃同喝的人。

§10.42

καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.

他吩咐我们传道给百姓,极力证明他就是神所立定审判活人死人的主。

§10.43

τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

众先知也为他作见证说:凡信他的人,必因他的名得蒙赦罪。”

§10.44

Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

彼得还在说这些话的时候,圣灵降在一切听道的人身上。

§10.45

καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ οἳ συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ πνεύματος τοῦ ἁγίου ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν.

那些奉割礼和彼得同来的信徒都甚惊奇,因为圣灵的恩赐也浇灌在外邦人身上;因听见他们说方言,称赞神为大。

§10.47

τότε ἀπεκρίθη Πέτρος Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους2 οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;

于是彼得回答说:“这些人既然受了圣灵,正如我们一样,谁能禁止用水给他们施浸呢?”

§10.48

προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

就吩咐他们奉耶稣基督的名受浸。他们又请彼得住下了几天。

语法注2 条
  1. 10.37ἀρξάμενος

    阳性单数主格分词。此处构成破格句(anacoluthon),因其未能与前文的中性单数宾格 τὸ γενόμενον ῥῆμα 或后文的宾格 Ἰησοῦν 在性与格上保持一致。它以挂空主格的形式出现,可视为说话者在构思时将耶稣隐然作为施动主体,导致句式中途发生转换。

  2. 10.47Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους

    表示阻碍的动词 κωλῦσαι 后接带冠词的属格不定词 τοῦ μὴ βαπτισθῆναι。希腊语中阻碍、禁止类动词后常带赘用否定词 μή(redundant negative),并不构成双重否定翻转,而是强化阻碍意向。整句意为“谁能阻挡水,使这些人不领受浸礼呢?”,即“谁能禁止他们受浸呢?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:10.26-10.48