- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:10.1-10.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
虔诚的百夫长哥尼流在异象中蒙天使指示,差人前往约帕邀请彼得。彼得亦在房顶上见到器皿降下的异象,蒙神启示不可将神所洁净的物看作污俗,随后顺从圣灵的引领随使者前往该撒利亚会见哥尼流。
Ἀνὴρ δέ τις ἐν Καισαρίᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ Κορνήλιε.
在凯撒利亚有一个人,名叫哥尼流,是所谓意大利营的百夫长。他是个虔诚的人,同全家都敬畏神,多多周济百姓,常常祷告神。有一天,约在申初,他在异象中明明看见神的一位使者来到他那里,对他说:“哥尼流!”
ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ·
哥尼流定睛看他,惊恐起来,说:“主啊,什么事?”使者对他说:“你的祷告和你的周济已经达到神面前,蒙记念了。
καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστὶν οἰκία παρὰ θάλασσαν.
现在你当打发人往约帕去,请那称呼彼得的西门来;他借住在皮匠西门的家里,房子的位置在海边。”
ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
向他说话的使者离去之后,哥尼流叫了两个家仆和常伺候他的一个虔诚的兵来,把一切事情都向他们述说了一遍,就打发他们往约帕去。
Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
第二天,他们行路将近那城的时候,约在午正,彼得上房顶去祷告。
ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπʼ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ.
他觉得饥饿,想要吃东西;众人正预备的时候,他魂游象外,看见天开了,有一件器皿降下,好像一块大布,系着四角,缒在地上;里面有地上各样四足的走兽、爬虫并空中的飞鸟。
καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
又有声音向他说:“彼得,起来,宰了吃!”
ὁ δὲ Πέτρος εἶπεν Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.1
彼得却说:“主啊,绝对不行!因为任何俗物和不洁之物,我从来没有吃过。”
καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
又有声音第二次向他说:“神所洁净的,你不可当作俗物。”
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
这样一连三次,那器皿就立刻被收回天上去了。
Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν,2 ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες ἐπύθοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
彼得心里正在猜疑自己所看见的异象是什么意思,看哪,哥尼流所差来的人已经寻访到西门的家,站在门外,喊着问称呼彼得的西门是否住在这里。
Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἴπεν τὸ πνεῦμα Ἰδοὺ ἄνδρες δύο ζητοῦντές σε·
彼得还在思想那异象的时候,圣灵对他说:“看哪,有两个人找你。
ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος,3 ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.
起来,下去,毫不疑惑地同他们去,因为是我差他们来的。”
καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε;
于是彼得下去见那些人,说:“看哪,我就是你们所找的人。你们来是为了什么缘故?”
οἱ δὲ εἶπαν Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε4 εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
他们说:“百夫长哥尼流是个义人,敬畏神,为犹太通国所称道;他蒙一位圣使者指示,请你到他家里去,要听你所说的话。”
εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθαν αὐτῷ.
彼得就请他们进去,留他们住宿。次日起身和他们同去,还有约帕的几个弟兄同他一起去。
τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισαρίαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συνκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
又次日,他进入凯撒利亚;哥尼流已经召集了他的亲属和密友,等候他们。
Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον,5 συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
正当彼得要进去的时候,哥尼流迎上前去,俯伏在他脚前拜他。
- 10.14οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον
否定词 οὐδέποτε 与 πᾶν 连用,属于闪米特语用法(源自希伯来语 כָּל־...לֹא),在此作全盘否定解(意为“绝无任何一物”),而非部分否定(“并非所有都吃”)。因此理解为“绝未吃过任何俗物或不洁之物”。
- 10.17τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν
间接疑问句中使用 ἄν 加希求法 εἴη(潜在希求法),表示彼得内心的困惑与推想,意为“自己所见的异象究竟可能会是什么意思”。
- 10.20μηδὲν διακρινόμενος
διακρίνω 的中间态现在分词,与作副词性宾格的 μηδέν 连用,属于惯用表达,意为“毫无犹疑”或“毫不疑惑”。
- 10.22ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε
χρηματίζω 的被动不定过去时,意为“蒙受神圣指示/启示”。后面的不定词 μεταπέμψασθαι 作补足不定词,指示神圣命令的具体内容,即“受命请你来”。
- 10.25Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον
非人称动词 ἐγένετο 附带由冠词属格不定词 τοῦ εἰσελθεῖν 构成的结构,其逻辑主语为宾格 τὸν Πέτρον。这是受希伯来语影响的闪米特化希腊语表达,表示时间或事件发生(即“当彼得正要进去的时候”)。
