- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:9.1-9.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣医治了一个生来瞎眼的人,法利赛人因在安息日医治而对这人及其父母进行审问;那人因坚持为耶稣辩护而被赶出会堂,随后耶稣向他显明自己并责备法利赛人的属灵盲目。
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
耶稣过去的时候,看见一个生来是瞎眼的人。
καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββεί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
门徒问他说:“拉比,是谁犯了罪,是这人还是他的父母,以致他生来就是瞎眼的呢?”
ἀπεκρίθη Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.1
耶稣回答说:“既不是这人犯了罪,也不是他的父母,而是要在他身上显出神的作为来。
ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
趁着白日,我们必须作差我来者的工;黑夜将到,就没有人能作工了。
ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμὶ τοῦ κόσμου.
我在世上的时候,是世上的光。”
ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέθηκεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς, καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
说了这些话,他就吐唾沫在地上,用唾沫和了泥,抹在那人的眼睛上,对他说:“去,往西罗亚池子里洗”(西罗亚翻译出来就是“奉差遣”)。他就去洗,回来就看见了。
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
邻舍和素常见他是讨饭的人,就说:“这不是那向来坐着讨饭的人吗?”
ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ἔλεγον Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστίν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
有的说:“是他。”有的说:“不是,却是像他。”他自己说:“是我。”
ἔλεγον οὖν αὐτῷ Πῶς [οὖν] ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
他们就对他说:“那么,你的眼睛是怎么开的呢?”
ἀπεκρίθη ἐκεῖνος Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.
他回答说:“那名叫耶稣的人和了泥,抹我的眼睛,对我说‘往西罗亚去洗’;我去洗了,就看见了。”
καὶ εἶπαν αὐτῷ Ποῦ ἐστὶν ἐκεῖνος; λέγει Οὐκ οἶδα.
他们对他说:“那个人在哪里?”他说:“我不知道。”
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.
他们把那从前瞎眼的人带到法利赛人那里。
ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
耶稣和泥开他眼睛的日子是安息日。
πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
法利赛人也照样问他是怎么看见的。他向他们说:“他把泥抹在我的眼睛上,我洗了,现在能看见了。”
ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
法利赛人中有的说:“这个人不是从神来的,因为他不守安息日。”另有的说:“一个罪人怎能行这样的神迹呢?”他们中间就起了纷争。
λέγουσιν οὖν τῷ τυφλῷ πάλιν Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
于是他们又对那瞎子说:“他既然开了你的眼睛,你论他怎么说呢?”他说:“他是个先知。”
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;
犹太人不信他从前是瞎眼、后来能看见的,直到叫了那看见之人的父母来,问他们说:“这是你们的儿子吗?就是你们说生来是瞎眼的吗?那么,他如今怎么看见了呢?”
ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
他的父母回答说:“我们知道这是我们的儿子,也知道他生来是瞎眼的;至于他如今怎么看见,我们不知道;是谁开了他的眼睛,我们也不知道。问他吧,他已经成人,会替自己说话了。”
ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
他父母说这些话,是因为怕犹太人;因为犹太人已经商议定妥,若有认他是基督的,就要被赶出会堂。
διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.
因此他父母说:“他已经成人,你们问他吧。”
Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
于是他们第二次叫了那从前瞎眼的人来,对他说:“你应当把荣耀归给神;我们知道这人是个罪人。” 他回答说:“他是个罪人不是,我不知道;有一件事我知道,我本来是瞎眼的,现在能看见了。”
εἶπαν οὖν αὐτῷ Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
他们就对他说:“他向你作了什么?是怎么开了你的眼睛?”
ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
他回答他们说:“我已经告诉你们,你们不听;为什么现在又想听呢?难道你们也想作他的门徒吗?”
καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί·
他们就骂他说:“你是那个人的门徒,我们却是摩西的门徒。
ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
神对摩西说过话,这是我们知道的;只是这个人,我们不知道他从哪里来。”
ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.2
那人回答他们说:“他开了我的眼睛,你们竟不知道他从哪里来,这真是一件奇事!
οἴδαμεν ὅτι ὁ θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
我们知道神不听罪人,惟有敬奉神、遵行他旨意的,神才听他。
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·
从创世以来,未曾听见过有人开了生来是瞎子之人的眼睛。
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
这人若不是从神来的,什么都不能作。”
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
他们回答对他说:“你全然生在罪孽中,还要教训我们吗?”于是把他赶出去了。
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν. Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
耶稣听见他们把他赶出去,后来遇见他,就说:“你信人子吗?”
ἀπεκρίθη ἐκεῖνος [καὶ εἶπεν] Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
他回答说:“主啊,他是谁,叫我可以信他呢?”
εἶπεν αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
耶稣对他说:“你已经看见他,现在和你说话的就是他。”
ὁ δὲ ἔφη Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.
他说:“主啊,我信!”就拜耶稣。
καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετʼ αὐτοῦ ὄντες, καὶ εἶπαν αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν·3 νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.
耶稣说:“我为审判来到这世上,叫不能看见的可以看见,能看见的反成了瞎眼的。”同他在那里的法利赛人听见这些话,就对他说:“难道我们也是瞎眼的吗?”耶稣对他们说:“你们若是瞎眼的,就没有罪了;但如今你们说‘我们能看见’,你们的罪就常存了。”
- 9.3ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ
紧接在 ἀλλά 之后的 ἵνα 从句省略了主句谓语动词的省略句结构。承接前文对该人及其父母犯罪的否定,需补足理解为“[发生这事是]为了要在他身上显出神的作为来”。
- 9.30Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
由 καί 引导的分句并列在 ὅτι 解释从句之内,在语境中带有转折让步的意味:“你们不知道他从哪里来,[然而]他却开了我的眼睛”。整个 ὅτι 从句作为说明性从句(epexegetical clause),阐释表语 τὸ θαυμαστόν(“奇事/值得惊奇之处”)的具体内容。
- 9.41Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν
现在与事实相反的非真实条件句(第二类条件句)。条件从句使用 εἰ 搭配未完成过去时直陈式(ἦτε),主句使用未完成过去时(εἴχετε)搭配 ἄν,意为“倘若你们是瞎眼的(而事实并非如此),你们就没有罪了”。
