- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:10.1-10.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣讲述羊的门和好牧人的比喻,揭示自己的使命与权柄;在修殿节宣告“我与父原为一”,引发犹太人的激烈敌意,随后退到约旦河外。
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·
“我实实在在地告诉你们:人进羊圈,不从门进去,倒从别处爬进去,那人就是贼,就是强盗。
ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων.
从门进去的,才是羊的牧人。
τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατʼ ὄνομα καὶ ἐξάγει αὐτά.
看门人给他开门,羊也听他的声音;他按着名唤自己的羊,把它们领出来。
ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·
既把自己的羊都放出来,就在前头走,羊也跟着他,因为认得他的声音。
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
羊绝不跟着生人,反要逃跑,因为不认得生人的声音。”耶稣将这比喻告诉他们,但他们不明白他所说的是什么意思。
Εἶπεν οὖν πάλιν [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
所以耶稣又说:“我实实在在地告诉你们:我就是羊的门。
πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
凡在我以先来的,都是贼,是强盗;羊却没有听从他们。我就是门;凡从我进来的,必然得救,并且出入得草吃。
ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
盗贼来,无非要偷窃、杀害、毁坏; 我来了,是要叫羊得生命,并且得的更丰盛。我是好牧人;好牧人为羊舍命。
ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, — καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει,— ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
若是雇工,不是牧人,羊也不是他自己的,他看见狼来,就撇下羊逃跑;——狼抓住羊,赶散了羊;—— 因为他是雇工,并不顾念羊。
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
我是好牧人,我认识我的羊,我的羊也认识我, 正如父认识我,我也认识父一样;并且我为羊舍命。
καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, "εἷς ποιμήν."
我另外有羊,不是这圈里的;我必须领它们来,它们也要听我的声音,并且要合成一群, 归一个牧人。
διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
我父爱我,正因为我舍去我的生命,为要再取回来。
οὐδεὶς ἦρεν αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
没有人夺去我的生命,是我自己舍的。我有权柄舍了,也有权柄再取回来。这是我从我父所受的命令。”
Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
犹太人为这些话又起了纷争。
ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
他们中间有许多人说:“他是被鬼附着,而且疯了;为什么听他呢?”
ἄλλοι ἔλεγον Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι;
另有人说:“这不是被鬼附之人所说的话。鬼岂能开了瞎子的眼睛呢?”
Ἐγένετο τότε τὰ ἐνκαίνια ἐν τοῖς Ἰεροσολύμοις· χειμὼν ἦν, καὶ περιεπάτει [ὁ] Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος.
那时在耶路撒冷有修殿节,是冬天。耶稣在殿里所罗门的廊下行走。
ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;1 εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν παρρησίᾳ.
犹太人围着他,对他说:“你叫我们的心悬疑不定要到几时呢?你若是基督,就明明白白地告诉我们。”
ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν.
耶稣回答他们说:“我已经告诉你们,你们不信;我奉我父之名所行的事,正是给我作见证;只是你们不信,因为你们不是我的羊。
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
我的羊听我的声音,我也认识它们,它们也跟着我;并且我赐给它们永生,它们永不灭亡,谁也不能从我手里把它们夺去。
ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν,2 καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός.
我父所赐给我的,比万有都大,谁也不能从父手里夺去。
ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
我与父原为一。”
Ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
犹太人又拿起石头要打他。
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Πολλὰ ἔργα ἔδειξα ὑμῖν καλὰ ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε;
耶稣回答他们说:“我从父那里显出许多善事给你们看,你们是为哪一件善事拿石头打我呢?”
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.
犹太人回答他说:“我们不是为善事拿石头打你,是为说僭妄的话;又因为你是个人,反将自己当作神。”
ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι "Ἐγὼ εἶπα Θεοί ἐστε;"
耶稣回答他们说:“你们的律法上岂不是写着‘我曾说你们是神’吗?
εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς,3 ὅτι εἶπον Υἱὸς τοῦ θεοῦ εἰμί;
经上的话是不能废的;若那些承受神道的人,尚且被称为神,父所分别为圣、差到世间来的,因为我说‘我是神的儿子’,你们就说‘你说僭妄的话’吗?
εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί.
我若不行我父的事,你们就不必信我;我若行了,你们纵然不信我,也当信这些事,叫你们又知道又明白父在我里面,我也在父里面。”
Ἐζήτουν [οὖν] αὐτὸν πάλιν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
他们又要拿他,他却逃脱了他们的手。
Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάνης τὸ πρῶτον βαπτίζων, καὶ ἔμενεν ἐκεῖ.
耶稣又往约旦河外去,到了约翰起初施洗的地方,就住在那里。
καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάνης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάνης περὶ τούτου ἀληθῆ ἦν.
有许多人来到他那里,他们说:“约翰一件神迹没有行过,但约翰指着这人所说的一切话都是真的。”
καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.
在那里信耶稣的人就多了。
- 10.24Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;
习语“αἴρειν τὴν ψυχήν”的理解。字面意为“举起/取走我们的灵魂(性命)”,在希腊化希腊语习语中意为“使人悬疑不定、心里悬着(keep in suspense)”。此处犹太人以此质问耶稣究竟要让他们悬疑、猜测到何时,要求其给出明确坦白的回答。
- 10.29ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν
主语从句与谓语形容词的性数一致。此处使用中性关系代词 ὃ 与中性比较级 μεῖζον,构成“我父所赐给我的(羊群或其赐予的权能),比万有(中性属格 πάντων)都大”。虽有异文作阳性(ὅς... μείζων,意为“父比万有都大”),但依据原文的中性句式,应将 ὃ 视为父所赐之事物/羊群的集合性概念。
- 10.36ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς
关系从句的前置(倒装)及与主句动词的结构关联。以宾格关系代词 ὃν 开头的从句(“父所分别为圣、差到世间来的那位”)被置于句首作为论述焦点,在句法上作为主句动词 λέγετε 论述的对象/话题,构成“对于父所分别为圣差到世间来的那位,你们倒对他说‘你说僭妄的话’吗?”之结构。
