- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:8.31-8.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣对信他的犹太人论述真理带来的自由以及他们属灵的父乃是魔鬼,并宣告在亚伯拉罕之前“我就在”,因而招致犹太人拿石头要打他。
Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
耶稣就对信了他的犹太人说:“你们若持守我的道,就真是我的门徒,并且你们必晓得真理,真理必叫你们得以自由。”
ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
他们回答他说:“我们是亚伯拉罕的后裔,从来没有作过任何人的奴隶。你怎么说‘你们将成为自由的’呢?”
ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν [τῆς ἁμαρτίας]·
耶稣回答他们说:“我实实在在告诉你们,凡犯罪的,就是[罪的]奴隶。
ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
奴隶不能永远住在家里,儿子是永远住着的。
ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
所以儿子若叫你们自由,你们就真正自由了。
οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.1
我知道你们是亚伯拉罕的后裔;但你们却想要杀我,因为我的道在你们心里没有容身之处。
ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
我所说的,是在我父那里看见的;你们所行的,也是从你们的父那里听见的。”
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς [ὁ] Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε·2
他们回答对他说:“我们的父就是亚伯拉罕。”耶稣对他们说:“你们若是亚伯拉罕的子孙,就当行亚伯拉罕所行的事。
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
现在你们却想要杀我,我是一个把从神那里听见的真理告诉你们的人;亚伯拉罕并没有行过这样的事。
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
你们是在行你们父所行的事。”他们就对他说:“我们不是从淫乱生的;我们只有一位父,就是神。”
εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν.
耶稣对他们说:“倘若神是你们的父,你们必要爱我,因为我本是出于神而来,并且到了这里;我也不是凭着自己来的,而是他差遣了我。
διὰ τί τὴν λαλιὰν τὴν ἐμήν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
你们为什么不明白我的话呢?因为你们听不进我的道。
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.3
你们是出于你们的父魔鬼,并且你们愿意行你们父的私欲。他从起初就是杀人的,不站在真理中,因为他心里没有真理。他说谎是出于自己的本性,因为他本来是说谎的,也是谎言之父。
ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
然而我既然讲真理,你们就不信我。
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
你们中间谁能指证我有罪呢?我若讲真理,你们为什么不信我呢?
ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
出于神的人听神的话;你们之所以不听,是因为你们不是出于神。”
ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
犹太人回答对他说:“我们说你是撒玛利亚人,并且被鬼附着,难道说得不对吗?”
ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
耶稣回答说:“我没有被鬼附着,我乃是尊敬我的父,你们倒侮辱我。
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
我不求自己的荣耀,有一位为我求荣耀并施判断的。
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
我实实在在告诉你们,人若遵守我的道,就永远不见死。”
εἶπαν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα·
犹太人对他说:“现在我们知道你是被鬼附着了。亚伯拉罕死了,先知们也死了;你倒说‘人若遵守我的道,就永远不尝死味’。
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;
难道你比我们的父亚伯拉罕还大吗?他已经死了,先知们也死了;你把自己当作什么人呢?”
ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστίν, καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
耶稣回答说:“我若荣耀自己,我的荣耀就算不得什么;荣耀我的是我的父,就是你们所说是你们的神的那一位。你们未曾认识他,我却认识他;我若说不认识他,我就是说谎的,像你们一样;但我认识他,也遵守他的道。
Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν,4 καὶ εἶδεν καὶ ἐχάρη.
你们的祖宗亚伯拉罕欢欢喜喜地要见我的日子,他看见了就快乐。”
εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
犹太人就对他说:“你还没有五十岁,岂见过亚伯拉罕呢?”
εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.5
耶稣对他们说:“我实实在在告诉你们,在亚伯拉罕出生以前,我就在。”
ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.
于是他们拿石头要打他;耶稣却隐藏起来,从圣殿里出去了。
- 8.37ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν
动词 χωρέω(容纳、前行、得空间)后接 ἐν ὑμῖν 的结构。此处可理解为不及物用法的“进入并取得进展”,或习惯用法的“在你们里面得不着容身之地(不被接纳)”。在此取后一种常见解释,即“我的道在你们心里没有立足之地”。
- 8.39Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε
归结从句中的 ποιεῖτε 在形态上既可为主动态直陈式现在时第二人称复数,也可为主动态祈使式现在时第二人称复数。若作直陈式,则意为“你们就(理当)行亚伯拉罕所行的事”;作祈使式则为“就当行亚伯拉罕所行的事”,结合后文的转折与对比,此处作为祈使式更为顺畅有力。
- 8.44ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ
属格代词 αὐτοῦ 的指代对象存在两种语法可能:一是承接 ψεύστης,即“他是说谎者,他的父也是说谎者”;二是承接上文的 τὸ ψεῦδος(谎言),作“谎言之父”。鉴于整段经文的论述重心在于恶魔是罪与谎言的源头,取后者为佳。
- 8.56ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν
动词 ἠγαλλιάσατο 搭配 ἵνα 从句在此并非古典希腊语的目的从句(“为了看见而欢喜”),而是通用希腊语中常见的同位语或名词性用法,表达欢喜或盼望的内容,即“欢喜得以看见我的日子”。
- 8.58πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
时间连词 πρίν 后接不定词带宾格(Ἀβραὰμ γενέσθαι),意为“亚伯拉罕出生/存在之前”。而主句特意选用现在时态的 ἐγὼ εἰμί(我是/我就在)而非过去时,与不定词 γενέσθαι(被造、产生)形成永恒存在与受造物之间的尖锐对照,呼应出埃及记3:14的自称。
