- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:7.1-7.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣拒绝了兄弟们公开显明自己的劝告,暗中前往耶路撒冷过住棚节,并在圣殿中公开教导,围绕他在安息日的医治及其教导的权威与众人展开辩论。
ΚΑΙ ΜΕΤΑ ΤΑΥΤΑ περιεπάτει [ὁ] Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
这些事以后,耶稣在加利利周游;因为犹太人想要杀他,所以他不愿在犹太周游。
ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
当时犹太人的住棚节近了。
εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν [σοῦ] τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι·1 εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
耶稣的兄弟们就对他说:“离开这里往犹太去吧,好让你的门徒也看见你所做的事;因为没有人行事隐秘,却又求自己显扬于众人面前的。你如果行这些事,就当向世人显明自己。”
οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
原来连他的兄弟们也不信他。
λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
耶稣就对他们说:“我的时候还没有到,你们的时候却常是预备好的。
οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
世人不能恨你们,却是恨我,因为我指证世人的行为是邪恶的。
ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
你们上去过节吧;我还不上去过这节,因为我的时候还没满。”
ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
耶稣对他们说了这些话,仍留在加利利。
Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.
但他的兄弟们上去过节以后,那时他也上去了,不是公开地,而是如同隐秘地。
οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστὶν ἐκεῖνος;
犹太人就在节期寻找他,说:“那个人在哪里?”
καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
众人群中为他起了许多私下议论。有的说:“他是好人”;另有的说:“不,他是在迷惑民众。”
οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
然而因为怕犹太人,没有人公开谈论他。
Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
到了节期正当中间的时候,耶稣上圣殿去施教。
ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
犹太人便惊奇说:“这个人没有学过,怎能通晓经书呢?”
ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
于是耶稣回答他们说:“我的教导不是我自己的,而是出于那差我来的。
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστὶν ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ.
人若愿意实行他的旨意,就会知道这教导究竟是出于神,还是我凭着自己说的。
ὁ ἀφʼ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
凭着自己说的,是求自己的荣耀;但求那差他来者的荣耀,这人是真实的,在他心里并没有不义。
οὐ Μωυσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
摩西不是传了律法给你们吗?你们却没有一个人遵行律法。为什么想要杀我呢?”
ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
众人回答说:“你是被鬼附了;谁想要杀你?”耶稣回答对他们说:“我做了一件事,你们都感到惊讶。
διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν,2 — οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν ἀλλʼ ἐκ τῶν πατέρων, — καὶ [ἐν] σαββάτῳ περιτέμνετε ἄνθρωπον.
为此摩西传给你们割礼——其实不是从摩西起的,而是从祖先起的——,你们还在安息日给人行割礼。
εἰ περιτομὴν λαμβάνει [ὁ] ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
如果人在安息日受割礼,免得违犯摩西的律法,那么我在安息日使一个人的全身痊愈,你们就向我发怒吗?
μὴ κρίνετε κατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
不要凭外貌断定是非,倒要按公义判断。”
Ἔλεγον οὖν τινὲς ἐκ τῶν Ἰεροσολυμειτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
于是耶路撒冷人中有几个人说:“这不是他们想要杀的那个人吗?
καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός;3
看哪,他公开讲话,他们也没对他说什么。难道官长真的认出这个人是基督了吗?
ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.
然而我们知道这人是从哪里来的;但基督来的时候,没有人知道他是从哪里来的。”
- 7.4καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι
强调代词 αὐτός 用作主格,强调主语自身(“自己寻求显扬于众人面前”)。介词短语 ἐν παρρησίᾳ 与不定词 εἶναι 连用,充当表语成分。
- 7.22διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν
介词短语 διὰ τοῦτο 的修饰方向有两种解释:(1) 后附于前面的 πάντες θαυμάζετε,意为“你们众人都为此惊奇”;(2) 作为后一句的开头,“为此,摩西传给你们割礼”。此处遵循原文标点,作后者的句首连接成分处理,引出下文有关安息日与割礼的论证。
- 7.26μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός;
由否定词 μή(或 μήποτε)引导的疑问句通常期待否定的回答(“官长难道真认出……不成?”),但此处带有发问者半信半疑的揣测与忧虑(“难道官长真的知道了……?”)。
