← 新约圣经

约翰福音

§7.28-7.53

活水的应许与逮捕耶稣引起的纷争

耶稣在圣殿宣告自己的来源,并在节期末日宣告赐予活水的应许。当局企图逮捕他,却在民众和差役中引发分歧,尼哥德慕也在法利赛人内部为律法程序提出辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.28

Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων [ὁ] Ἰησοῦς καὶ λέγων Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·

耶稣在圣殿里施教时便喊着说:“你们既认识我,也知道我是从哪里来的;我并不是凭着自己来的,但那差我来的是真实的,你们却不认识他。

§7.29

ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμὶ κἀκεῖνός με ἀπέστειλεν.

我认识他,因为我是从他那里来的,也是他差遣了我。”

§7.30

Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

于是他们想要捉拿他,只是没有人下手拿他,因为他的时候还没有到。

§7.31

Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον Ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;1

但群众中有许多人信了他,并且说:“基督来的时候,难道会行比这人所行更多的神迹吗?”

§7.32

Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.

法利赛人听见群众为他私下议论这些事,祭司长和法利赛人就打发差役去捉拿他。

§7.33

εἶπεν οὖν ὁ Ἰησοῦς Ἔτι χρόνον μικρὸν μεθʼ ὑμῶν εἰμὶ καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.

耶稣便说:“我还同你们在一起不多的时候,然后就要回到差我来的那里去。

§7.34

ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

你们要寻找我,却找不着;并且我所在的地方,你们不能去。”

§7.35

εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;

犹太人就彼此说:“这人要往哪里去,以致我们找不着他呢?难道他要往希腊人中的散居者那里去教导希腊人吗?

§7.36

τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπε Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

他说‘你们要寻找我,却找不着;并且我所在的地方,你们不能去’,这话是什么意思呢?”

§7.37

Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς ἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.

节期的末日,就是最隆重的一天,耶稣站着喊着说:“人若渴了,就到我这里来喝。

§7.38

ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.2

信我的人,就如经书所说的,从他的腹中要流出活水的江河来。”

§7.39

Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα,3 ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη.

这话他是指着信他之人将要受的圣灵说的;因为还没有圣灵,由于耶稣还没有得着荣耀。

§7.40

Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον [ὅτι] Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·

大众中听见这些话的人,有的说:“这人真是那位先知。”

§7.41

ἄλλοι ἔλεγον Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;

另有的说:“这是基督。”但有人说:“基督难道是从加利利出来的吗?

§7.42

οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ "τοῦ σπέρματος Δαυείδ," καὶ "ἀπὸ Βηθλεὲμ" τῆς κώμης ὅπου ἦν Δαυείδ, "ἔρχεται" ὁ χριστός;

经书不是说过, ‘出于大卫的后裔’, 且 ‘从伯利恒’, 大卫曾经所在的那村庄, 基督‘要出来’吗?”

§7.43

σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ διʼ αὐτόν.

于是大众因他的缘故起了分歧。

§7.44

τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ἔβαλεν ἐπʼ αὐτὸν τὰς χεῖρας.

其中有人想要捉拿他,但没有人下手拿他。

§7.45

Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τί οὐκ ἠγάγετε αὐτόν;

差役回到祭司长和法利赛人那里,那些人对差役说:“你们为什么没有把他带来?”

§7.46

ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.

差役回答说:“从来没有像这样说话的人。”

§7.47

ἀπεκρίθησαν οὖν [αὐτοῖς] οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε;

法利赛人于是回答他们说:“难道你们也受了迷惑吗?

§7.48

μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;

官长或法利赛人中,难道有谁信了他吗?

§7.49

ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.

但这些不通律法的民众是被咒诅的。”

§7.50

λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρʼ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;

他们当中的一个人,就是先前去见过耶稣的尼哥德慕,对他们说:“我们的律法,如果不先听取当事人的申诉并查明他做了什么,难道就定人的罪吗?”

§7.52

ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται ⟦ΚΑΙ ΕΠΟΡΕΥΘΗΣΑΝ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

他们回答对他说:“难道你也是从加利利来的吗?你查考看看就知道,加利利是不出先知的。” ⟦于是各人都回自己的家去了,

语法注3 条
  1. 7.31ὧν οὗτος ἐποίησεν

    关系代词 ὧν 本应是受支配的宾格 ἅ,受比较级 πλείονα σημεῖα 所隐含的比较属格先行词(如 τούτων)牵引而变为属格(关系代词的同化现象)。

  2. 7.38ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος

    ὁ πιστεύων εἰς ἐμέ 构成独立主格(悬垂主格 nominativus pendens),其句法语义由后文主句中的代词属格 αὐτοῦ 承接。句读上采取在 πινέτω 之后停顿的传统断句,使 ὁ πιστεύων 引出后续引语的陈述。

  3. 7.39οὔπω γὰρ ἦν πνεῦμα

    动词 ἦν 作绝对用法,表示实存或降临赐下的状态,意指在耶稣得荣耀之前,所应许的(圣)灵尚未赐下或同在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:7.28-7.53