- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:6.48-6.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣表明自己的肉和血是赐永生的真粮食,许多门徒因而跌倒离去,彼得则宣告对主的信仰,耶稣随之预言十二门徒中将有一人叛变。
ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·
我就是生命的饼。
οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον·
你们的祖宗在旷野吃过吗哪,还是死了。
οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ·
这是从天上降下来的饼,叫人吃了就不死。
ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
我就是从天上降下来的生命之饼;人若吃这饼,就必永远活着;而我要赐的饼,就是我的肉,是为了世人的生命所赐的。”
Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] φαγεῖν;
于是犹太人彼此争论说:“这个人怎能把[他的]肉给我们吃呢?”
εἶπεν οὖν αὐτοῖς [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
耶稣便对他们说:“我实实在在告诉你们,你们若不吃人子的肉,不喝他的血,在你们里面就没有生命。
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις.
吃我肉、喝我血的人有永生,并且在末日我要叫他复活;因为我的肉是真正的食物,我的血是真正的饮料。
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
吃我肉、喝我血的人常在我里面,我也常在他里面。
καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει διʼ ἐμέ.
永活的父怎样差我来,我又因父活着;照样,吃我的人也要因我活着。
οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.
这就是从天上降下来的饼,不像祖宗吃过还是死了;吃这饼的人必永远活着。”
Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.
这些话是耶稣在迦百农会堂里教训人的时候说的。
Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;
他的门徒中有好些人听见了,就说:“这话甚难,谁能听呢?”
εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς Τοῦτο ὑμᾶς σκανδαλίζει;
耶稣心里知道门徒为这话私下议论,就对他们说:“这话使你们跌倒吗?
ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;1
如果你们看见人子升到他先前所在的地方,又怎么样呢?
τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν·
赐人生命的是灵,肉体毫无用处;我对你们所说的话就是灵,就是生命。
ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινὲς οἳ οὐ πιστεύουσιν. Ἤιδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
只是你们中间有人不信。”原来耶稣从起初就知道谁是不信的,谁是将要出卖他的。
καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός.
耶稣又说:“所以我对你们说过,若不是蒙父所赐,没有人能到我这里来。”
Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν.
从此,他的门徒中有许多人退回后边,不再与他同行。
Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;2
于是耶稣对那十二个门徒说:“难道你们也想走吗?”
ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.
西门·彼得回答他说:“主啊,我们还归向谁呢?你有永生之道,并且我们已经信了,也知道你是神的圣者。”
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
耶稣回答他们说:“我不是挑选了你们十二个门徒吗?但你们中间有一个是魔鬼。”
ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου·3 οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
耶稣这话是指着加略人西门的儿子犹大说的,因为他是十二门徒里的一个,将要出卖耶稣。
- 6.62ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
一种条件句省略结构(aposiopesis),只给出了由 ἐάν 引导的条件从句(假设从句),而省略了结果主句。语境中暗含了“[你们会怎样呢/你们还会跌倒吗]”等推论结果。
- 6.67Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
由疑问小词 μή 引导的疑问句,表示说话者预期得到否定的回答(“难道你们也想走吗?”/“想必你们不想走吧”)。
- 6.71ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου
动词 λέγω 支配宾格 τὸν Ἰούδαν,表示“指着/说到某人”之意。Σίμωνος 为表示父亲名字的父称属格。
