← 新约圣经

约翰福音

§6.26-6.47

生命之饼的讲论与信者的永生

耶稣宣称自己就是从天降下赐生命给世人的“生命的饼”,劝勉众人不要为必坏的食物劳碌,而要借着信获得永生。当犹太人因知晓其世俗家世而对他从天降下的宣告议论纷纷时,耶稣指出唯有蒙父吸引并领教的人才能到他这里并在末日复活,信的人已拥有永生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.26

ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε·

耶稣回答他们说:“我实实在在告诉你们,你们找我,并不是因为看见了神迹,而是因为吃饼得饱。

§6.27

ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην1 ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.

不要为那必坏的食物劳力,而要为那存到永生的食物劳力,就是人子要赐给你们的,因为父神印证了这一位。”

§6.28

εἶπον οὖν πρὸς αὐτόν Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;

他们便对他说:“我们当做什么,才算是行神的作为呢?”

§6.29

ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.2

耶稣回答他们说:“信他所差来的那一位,这就是神的作为。”

§6.30

εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;

他们便对他说:“那么你行什么神迹,叫我们看见就信你呢?你做什么事呢?

§6.31

οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον "Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν."

我们的祖宗在旷野吃过吗哪,正如经上所记: ‘他把从天而来的饼赐给他们吃。’”

§6.32

εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·

于是耶稣对他们说:“我实实在在告诉你们,不是摩西赐给你们那从天上来的饼,乃是我父将那从天上来的真饼赐给你们。

§6.33

ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστὶν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

因为神的饼就是从天上降下来,并且赐生命给世界的。”

§6.34

εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

他们便对他说:“主啊,请常常将这饼赐给我们。”

§6.35

εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.

耶稣对他们说:“我就是生命的饼;到我这里来的,绝不饥饿;信我的,永远不渴。

§6.36

ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ [με] καὶ οὐ πιστεύετε.

但我对你们说过,你们看见了[我],还是不信。

§6.37

Πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με·

凡父所赐给我的人,必到我这里来;到我这里来的,我绝不丢弃他在外,因为我从天上降下来,不是要按自己的意思行,乃是要按差我来者的意思行。

§6.39

τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ3 ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.

差我来者的意思就是:凡他所赐给我的,叫我一个也不失落,而在末日叫他复活。

§6.40

τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.

因为我父的意思就是:凡见子而信他的人得永生,并且在末日我要叫他复活。”

§6.41

Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ἔλεγον Οὐχὶ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;

犹太人因为他说“我是从天上降下来的饼”,就私下议论他,并且说: “这不是约瑟的儿子耶稣吗?他的父母我们岂不认得吗?他如今怎么说‘我是从天上降下来的’呢?”

§6.43

ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετʼ ἀλλήλων.

耶稣回答他们说:“你们不要彼此私下议论。

§6.44

οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

若不是差我来的父吸引人,就没有人能到我这里来;并且在末日我要叫他复活。

§6.45

ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις "Καὶ ἔσονται πάντες. διδακτοὶ θεοῦ·" πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ.

在先知书上记着说: ‘他们都要蒙神教导。’ 凡听见父且领教的人,都到我这里来。

§6.46

οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις4 εἰ μὴ ὁ ὢν παρὰ [τοῦ] θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.

这不是说有人看见过父,唯独从神来的那一位,他看见了父。

§6.47

ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.

我实实在在告诉你们,信的人有永生。”

语法注4 条
  1. 6.27ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην

    动词 ἐργάζεσθε 在形态上可为直说语气现在时或现在时命令语气第二人称复数。根据否定词 μή 的使用以及随后由 ἀλλά 引导的对比结构,此处断定为命令语气。此外,ἐργάζομαι 作及物动词带宾格(τὴν βρῶσιν),表示“为了获得……而劳力、努力争取”。

  2. 6.29Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος

    ἵνα 从句在此并非表示目的,而是用作同位语/解释性从句(epexegetical),用以具体阐明表语短语 τὸ ἔργον τοῦ θεοῦ 的实质内容。此外,关系短语 εἰς ὃν ... 省略并吸收了先行词(相当于 εἰς τοῦτον ὅν)。

  3. 6.39ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ

    主格短语 πᾶν ὃ δέδωκέν μοι 是悬空主格(nominativus pendens),置于从句句首作为论题,随后由表示部分的前置词短语 ἐξ αὐτοῦ 复指并作及物动词 ἀπολέσω 的支配对象,形成“凡他所赐给我的,叫我从中一个也不失落”的句式。

  4. 6.46οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις

    οὐχ ὅτι 是一个省文惯用句型(意为“这并不是说……”),用以预先排除从前文(“听见父且领教的人”)可能产生的误解(以为人能亲眼见父)。在句法上,它相当于省略了主句谓语(如 οὐ λέγω ὅτι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:6.26-6.47