- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:6.1-6.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在加利利海边用五个大麦饼和两条鱼使五千人吃饱,夜间在风浪中的海面上行走来到门徒那里,次日在迦百农与寻找他的众人相遇。
Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.
这些事以后,耶稣渡过加利利海,也就是提比哩亚海。
ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
有许多人跟随他,因为看见他在病人身上所行的神迹。
ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
耶稣上了山,和门徒一同坐在那里。
ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
那时犹太人的逾越节近了。
ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
耶稣举目,看见许多人向他走来,就对腓力说:“我们从哪里买饼给这些人吃呢?”
τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
他说这话是要试验腓力,他自己原知道要怎样做。
ἀπεκρίθη αὐτῷ Φίλιππος Διακοσίων δηναρίων ἄρτοι1 οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχὺ λάβῃ.
腓力回答他:“就是二百银币的饼,叫他们各人吃一点也是不够的。”
λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
他的门徒中有一个,就是西门·彼得的兄弟安得烈,对他说:“这里有一个小孩子,带着五个大麦饼和两条鱼;只是分给这么多人,还算什么呢?”
εἶπεν ὁ Ἰησοῦς Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν2 ὡς πεντακισχίλιοι.
耶稣说:“叫众人坐下。”原来那地方的草多。于是男人们都坐下,数目约有五千。
ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
耶稣拿起饼来,祝谢了,就分给坐着的人,又照样分鱼,随他们所要的。
ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
他们吃饱了,耶稣对门徒说:“把剩下的碎屑收拾起来,免得有糟蹋的。”
συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
他们便收拾起来,把众人吃剩下的五个大麦饼的碎屑,装满了十二个篮子。
Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
众人看见他所行的神迹,就说:“这真是要到世间来的那位先知。”
Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
耶稣既知道众人要来强逼他作王,就独自又退到山上去了。
Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.
到了晚上,他的门徒下海边去,上了船,要渡海往迦百农去。天已经黑了,耶稣还没有到他们那里,海面上也因起了大风而翻腾起来。
ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
门徒摇橹约行了二十五或三十斯塔迪昂,看见耶稣在海面上走,渐渐靠近了船,就害怕起来。
ὁ δὲ λέγει αὐτοῖς Ἐγώ εἰμι, μὴ φοβεῖσθε.
耶稣对他们说:“是我,不要怕。”
ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
门徒便欣然接他上船,船立时到了他们所要去的地方。
Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· ἀλλὰ ἦλθεν πλοῖα3 ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.
第二日,站在海那边的众人看见那里只有一只小船,又知道耶稣没有同他的门徒上船,乃是门徒自己去的;然而,有几只小船从提比哩亚来,靠近主祝谢后众人吃饼的地方。
ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
众人见耶稣和门徒都不在那里,就上了小船,往迦百农去找耶稣。
καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββεί, πότε ὧδε γέγονας;
既在海那边找着了,就对他说:“拉比,你几时到这里来的?”
- 6.7Διακοσίων δηναρίων ἄρτοι
修饰名词 ἄρτοι 的属格短语 Διακοσίων δηναρίων 是表示价格或价值的属格,意为“价值二百第纳尔的饼”。
- 6.10τὸν ἀριθμὸν
关系对格(副词性对格),表示“在数目上”,与后面的 ὡς πεντακισχίλιοι(约五千人)一同限定主语 οἱ ἄνδρες 的数量。
- 6.23ἦλθεν πλοῖα
典型的雅典式句法(schema Atticum),中性复数主语 πλοῖα 与单数动词 ἦλθεν 相应。
