← 新约圣经

约翰福音

§5.24-5.47

子的权柄与对耶稣的见证

耶稣宣告了他从父领受的赐生命与审判的权柄,指出父的作为、圣经以及摩西都在为他作见证,并指责犹太人的不信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.24

Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

我实实在在地告诉你们,那听我话、又信差我来者的,就有永生,不至于定罪,而是已经出死入生了。

§5.25

ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστὶν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν.

我实实在在地告诉你们,时候将到,现在就是了,死人要听见神儿子的声音,听见的人就要活了。

§5.26

ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.

因为父怎样在自己里面有生命,就照样赐给子在自己里面有生命;并且赐给他权柄行审判,因为他是人子。

§5.28

μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

你们不要把这事看作稀奇,因为时候将到,凡在坟墓里的,都要听见他的声音,并且都要出来:行善的,复活得生;作恶的,复活定罪。

§5.30

Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

我凭着自己不能做什么。我怎么听见,就怎么审判,而我的审判是公义的,因为我不求自己的意思,只求那差我来者的意思。

§5.31

Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·

我若为自己作见证,我的见证就不真。

§5.32

ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.

另有一位为我作见证的,我也知道他为我作的见证是真的。

§5.33

ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάνην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ·

你们曾差人到约翰那里,他为真理作过见证。

§5.34

ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.

其实我所受的见证不是从人来的,但我说这些话,是为要叫你们得救。

§5.35

ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ·

他是点着而且发亮的灯,你们情愿暂时在他的光中欢跃。

§5.36

ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάνου,1 τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.

但我有比约翰更大的见证;因为父交给我要我成就的事,就是我所做的这些事,正为我作见证,显明是父差遣了我,差我来的父自己也为我作了见证。你们从来没有听见过他的声音,也没有看见过他的形像,并且你们没有他的话存在心里,因为他所差来的这一位,你们不信。

§5.39

ἐραυνᾶτε τὰς γραφάς,2 ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.

你们查考圣经,因你们以为其中有永生;为我作见证的正是这经;然而你们不肯到我这里来得生命。

§5.41

Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.3

我不受从人来的荣耀,但我知道你们,知道你们心里没有神的爱。

§5.43

ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.

我奉我父的名来,你们并不接受我;若有别人奉自己的名来,你们倒要接受他。

§5.44

πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρʼ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου [θεοῦ] οὐ ζητεῖτε;

你们互相受荣耀,却不寻求从独一神来的荣耀,怎能相信呢?

§5.45

μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.

不要以为我要向父控告你们;有一位控告你们的,就是你们所寄托希望的摩西。

§5.46

εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί,4 περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.

因为你们若是信摩西,也必信我,因为他写过关于我的事。

§5.47

εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;

但你们若不信他的书,怎能信我的话呢?

语法注4 条
  1. 5.36τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάνου

    τοῦ Ἰωάνου 是受比较级形容词 μείζω 支配的比较属格。此构式属于简缩比较(brachylogy),字面上为“比约翰更大的见证”,实际语义是指“比约翰的见证(τῆς μαρτυρίας τοῦ Ἰωάνου)更大的见证”。

  2. 5.39ἐραυνᾶτε τὰς γραφάς

    动词 ἐραυνᾶτε 在形态上既可判定为现在直陈式第二人称复数,也可判定为现在祈使式第二人称复数。根据后文引导原因的 ὅτι ὑμεῖς δοκεῖτε...(“因你们以为……”)对听众既有习惯与动机的说明,此处取直陈式(“你们查考圣经”);传统释经中亦有视其为祈使式(“你们应当查考圣经”)的解法。

  3. 5.42ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς

    此句为主语先取构式(prolepsis/anticipation),宾格代词 ὑμᾶς 作为主句动词 ἔγνωκα 的直接宾语被提前,逻辑上实为 ὅτι 从句的主语(即“我知道你们心里没有……”)。此外,τὴν ἀγάπην τοῦ θεοῦ 中的 τοῦ θεοῦ 在上下文逻辑中作宾格性属格(objective genitive),意为“对神的爱”。

  4. 5.46εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί

    与现在事实相反的非真实条件句(反事实假设),条件从句使用 εἰ 搭配未完成过去直陈式(ἐπιστεύετε),结论从句使用未完成过去直陈式搭配 ἄν(ἐπιστεύετε ἄν),表示“假若你们(现在)信摩西,也会信我(而事实并非如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:5.24-5.47