- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:5.1-5.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在安息日于耶路撒冷的毕士大池医好了一个患病三十八年的人,由此引发与犹太人关于安息日和称神为父的冲突,耶稣随之阐述了子与父在权柄上的完全合一。
ΜΕΤΑ ΤΑΥΤΑ ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἰεροσόλυμα.
这些事以后,到了犹太人的一个节期,耶稣就上耶路撒冷去。
Ἔστιν δὲ ἐν τοῖς Ἰεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἐβραϊστὶ Βηθζαθά, πέντε στοὰς ἔχουσα· ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
在耶路撒冷靠近羊门有一个池子,希伯来话叫作毕士大,有五处廊子;里面躺着许多患病的,有瞎眼的、瘸腿的、瘫痪的。
ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·1
在那里有一个人,患病已经三十八年了。
τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ Θέλεις ὑγιὴς γενέσθαι;
耶稣看见他躺着,知道他病了已经很久,就对他说:“你要痊愈吗?”
ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν·2 ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
病人回答他说:“先生,水动的时候,没有人把我放进池子里;我正要去的时候,总有别人比我先下去。”
λέγει αὐτῷ ὁ Ἰησοῦς Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
耶稣对他说:“起来,拿你的褥子走吧!”
καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
那人立刻痊愈,就拿起自己的褥子走起来。那天正是安息日。
ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον.
犹太人就对那医好的人说:“今天是安息日,你拿褥子是不可行的。”
ὃς δὲ ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
他却回答他们说:“那使我痊愈的,正是他对我说:‘拿你的褥子走吧。’”
ἠρώτησαν αὐτόν Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον καὶ περιπάτει;
他们问他说:“对你说‘拿〔褥子〕走’的那人是谁?”
ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
那医好的人却不知道是谁,因为那地方人多,耶稣已经避开了。
Μετὰ ταῦτα εὑρίσκει αὐτὸν [ὁ] Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται, ἀπῆλθεν ὁ ἄνθρωπος καὶ εἶπεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστὶν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
这些事以后,耶稣在圣殿里遇见他,对他说:“看哪,你已经痊愈了,不要再犯罪,免得有更严重的事临到你。”那人就去告诉犹太人,使他痊愈的是耶稣。
καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
所以犹太人迫害耶稣,因为他在安息日做了这些事。
ὁ δὲ ἀπεκρίνατο αὐτοῖς Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
耶稣却对他们说:“我父作事直到如今,我也作事。”
διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
所以犹太人越发想要杀他,因他不但犯了安息日,并且称神为自己的父,将自己与神当作平等。
Ἀπεκρίνατο οὖν [ὁ Ἰησοῦς] καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν ἂν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα·3 ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
于是耶稣回答,对他们说:“我实实在在地告诉你们,子凭着自己不能做什么,唯有看见父所做的,子才能做;因为父所做的事,子也照样做。
ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
因为父爱子,将自己所做的一切事指给他看,还要将比这些更大的事指给他看,叫你们稀奇。
ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.
因为父怎样叫死人起来,赐他们生命,子也照样随自己的意思赐人生命。
οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
父也不审判什么人,乃将审判的事全交与子,叫人都尊敬子,如同尊敬父一样。不尊敬子的,就是不尊敬差子来的父。”
- 5.5τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ
动词 ἔχω 后接表示时间跨度的宾格(τριάκοντα [καὶ] ὀκτὼ ἔτη),为希腊语中表示处于某种状态“已历经若干时间”的习用表达。此结构与第6节中的 πολὺν ἤδη χρόνον ἔχει(已有很长时间)在句法上完全呼应。
- 5.7ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν
主句 ἄνθρωπον οὐκ ἔχω(我没有人)之后,由 ἵνα 引导的虚拟式从句(βάλῃ)补充说明该人所承担的职能或目的(“来把我放下”)。时间从句 ὅταν ταραχθῇ τὸ ὕδωρ(水动的时候)被直接嵌置在 ἵνα 与其支配动词 βάλῃ 之间。
- 5.19οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν ἂν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα
双重否定结构(οὐ... οὐδὲν)后接表示排除的条件短语 ἂν μή(“除非/若不”)。分词 ποιοῦντα 在感知动词 βλέπῃ 之后作宾格 τὸν πατέρα 的补足语(述语分词),表示“看见父正在做”。
