- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:4.28-4.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
许多撒玛利亚人因妇人的见证而信了耶稣,耶稣在那城住了两天;随后他回到加利利的迦拿,远距离医治了王室官员垂死的儿子,行了第二件神迹。
ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός;1
那妇人就留下水罐子,往城里去,对众人说: “你们来看!有一个人将我素来所行的一切事都给我说出来了,莫非这就是基督吗?”
ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
众人就出城,往耶稣那里去。
Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββεί, φάγε.
这其间,门徒求耶稣说:“拉比,请吃。”
ὁ δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
耶稣却对他们说:“我有食物吃,是你们不知道的。”
ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
门徒就彼此说:“莫非有人拿什么给他吃了吗?”
λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω2 τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
耶稣对他们说:“我的食物就是遵行差我来者的旨意,做成他的工。
οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν·
你们岂不说‘到收割的时候还有四个月’吗?看哪,我告诉你们,举目向田观看,庄稼已经发白,可以收割了。
ἤδη ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
收割的人已经得工价,积蓄五谷到永生,叫撒种的和收割的一同快乐。
ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων·
‘那人撒种,这人收割’,这话在这事上是真实的。
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
我差你们去收你们所没有劳苦的;别人劳苦,你们享受他们劳苦的成果。”
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα.
那城里有好些撒玛利亚人信了耶稣,因为那妇人作见证说:“他将我素来所行的一切事都给我说出来了。”
ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
于是撒玛利亚人来见耶稣,求他在他们那里住下,他便在那里住了两天。
καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον [ὅτι] Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
因耶稣的话,信的人就更多了,便对妇人说:“现在我们信,不是因为你的话,是我们亲自听见了,知道这真是救世主。”
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν·
过了那两天,耶稣离开那里,往加利利去。
αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
因为耶稣自己作过见证说:“先知在本地是没有人尊敬的。”
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἰεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
到了加利利,加利利人既然看见他在耶路撒冷过节所行的一切事,就接待他,因为他们也是去过节的。
Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ·
耶稣又到了加利利的迦拿,就是他从前变水为酒的地方。在迦百农有一个王室的官员,他的儿子患病。
οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνήσκειν.
他听见耶稣从犹太到了加利利,就来见他,求他下去医治他的儿子,因为儿子快要死了。
εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.3
耶稣就对他说:“若不看见神迹奇事,你们总是不信。”
λέγει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.4
官员对他说:“先生,求你趁着我的孩子还没有死就下去。”
λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο.
耶稣对他说:“回去吧,你的儿子活了!”那人信耶稣对他所说的话,就回去了。
ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
正下去的时候,他的仆人们迎着他来,说他的孩子活了。
ἐπύθετο οὖν τὴν ὥραν παρʼ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν·5 εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
他就问他们什么时候见好的;他们对他说:“昨天第七时,热就退了。”
ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
做父亲的便知道,正是耶稣对他说“你的儿子活了”的那个时候;他自己和全家就都信了。
Τοῦτο [δὲ] πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
这是耶稣从犹太回到加利利后所行的第二件神迹。
- 4.29μήτι οὗτός ἐστιν ὁ χριστός;
小词 μήτι 在语法上常引导预期否定回答的疑问句,但此处表达带有迟疑与惊异的委婉探询(“莫非/难道这就是基督吗?”)。它既避免了武断的肯定,又促使听众认真思考这种可能性。
- 4.34Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω
由 ἵνα 加虚拟式(ποιήσω)构成的从句在此并非作目的状语(“为了……”),而是作为说明性(同位语性/名词性)从句,充当解释主语或表语(Ἐμὸν βρῶμα)的具体内容,意为“我的食物就是遵行……”。
- 4.48οὐ μὴ πιστεύσητε
双重否定词 οὐ μή 连用不定过去时虚拟式(πιστεύσητε),构成极强的否定语气,表示坚决的断定(“你们决不/绝不会相信”)。
- 4.49πρὶν ἀποθανεῖν τὸ παιδίον μου
连词 πρίν 后接宾格主语(τὸ παιδίον μου)与不定式(ἀποθανεῖν),构成宾格不定式结构,表示时间上的先后顺序:“趁我的孩子还没有死”。
- 4.52κομψότερον ἔσχεν
比较级副词 κομψότερον 与动词 ἔχω(过去时 ἔσχον)结合的习用表达,用于病情,意为“见好”、“开始好转”。
