- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:4.1-4.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣途经撒玛利亚的叙加,在雅各井旁遇见一名撒玛利亚妇人,与她谈论活水与真正的敬拜,并向她表明自己就是弥赛亚。
Ὡς οὖν ἔγνω ὁ κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει [ἢ] Ἰωάνης,1 — καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ, — ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
主知道法利赛人听见耶稣收门徒施洗比约翰还多——其实不是耶稣自己施洗,乃是他的门徒施洗—— 他就离开犹太,又往加利利去。
Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας.
必须经过撒玛利亚。
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ [τῷ] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
于是到了撒玛利亚的一座城,名叫叙加,靠近雅各给他儿子约瑟的那块地。
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
在那里有雅各井。耶稣因行路疲倦,就那样坐在井旁。那时约有午正。
ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ.
有一个撒玛利亚的妇人来打水。
λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πεῖν· οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.
耶稣对她说:“请你给我水喝。”那时门徒进城买食物去了。
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις Πῶς σὺ Ἰουδαῖος ὢν παρʼ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; [οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις.]
撒玛利亚的妇人对他说:“你既是犹太人,怎么向我一个撒玛利亚妇人要水喝呢?”(原来犹太人和撒玛利亚人没有来往。)
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.2
耶稣回答对她说:“你若知道神的恩赐,和对你说‘给我水喝’的是谁,你必早求他,他也必早给了你活水。”
λέγει αὐτῷ Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
妇人说:“先生,没有打水的器具,井又深,你从哪里得活水呢?
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
我们的祖宗雅各把这井留给我们,他自己和儿子并牲畜也都喝这井里的水,难道你比他还大吗?”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
耶稣回答对她说:“凡喝这水的,还要再渴; 人若喝我所赐的水,就永远不渴。
ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,3 οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα,4 ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
我所赐的水要在他里头成为泉源,直涌到永生。”
λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
妇人说:“先生,请把这水赐给我,叫我不渴,也不用来这么远打水。”
λέγει αὐτῇ Ὕπαγε φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε.
耶稣说:“你去叫你的丈夫,然后到这里来。”
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν [αὐτῷ] Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω·
妇人回答说:“我没有丈夫。”耶稣说:“你说‘没有丈夫’,是不错的。
πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
你已经有五个丈夫,你现在有的并不是你的丈夫。你这话是真的。”
λέγει αὐτῷ ἡ γυνή Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
妇人说:“先生,我看出你是先知。
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἰεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
我们的祖宗在这山上礼拜,你们倒说,应当礼拜的地方是在耶路撒冷。”
λέγει αὐτῇ ὁ Ἰησοῦς Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ πατρί.
耶稣说:“妇人,你当信我。时候将到,你们既不在这山上,也不在耶路撒冷拜父。
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν·
你们所拜的,你们不知道;我们所拜的,我们知道,因为救恩是从犹太人出来的。
ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστίν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν·
时候将到,如今就是了,那真正拜父的,要用心灵和诚实拜他,因为父要这样的人拜他。
πνεῦμα ὁ θεός,5 καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
神是个灵,所以拜他的必须用心灵和诚实拜他。”
λέγει αὐτῷ ἡ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
妇人说:“我知道弥赛亚(就是那称为基督的)要来;他来了,必将一切的事都告诉我们。”
λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
耶稣说:“和你说话的我就是他。”
Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς; ἤ Τί λαλεῖς μετʼ αὐτῆς;
正在那时候,门徒回来了,就希奇耶稣和一个妇人说话;只是没有人说:“你是找什么?”或说:“你为什么和她说话?”
- 4.1Ὡς οὖν ἔγνω ὁ κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει [ἢ] Ἰωάνης
连词 ὅτι 构成了两重嵌套结构:第一个 ὅτι 引导动词 ἔγνω(知道)的宾语从句,第二个 ὅτι 则引导 ἤκουσαν(听见)的内容从句。句子的主节在插入语(— καίτοιγε... αὐτοῦ, —)之后由 ἀφῆκεν(离开)和 ἀπῆλθεν(往……去)承担。
- 4.10Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
非真实条件句(与事实相反的假设)。条件从句(protasis)中的 ᾔδεις 是完成体 οἶδα 的过去完成时直陈语气,在此用作未完成过去时含义(“你若知道”);结论从句(apodosis)中由 ἄν 配合不定过去时直陈语气(ᾔτησας, ἔδωκεν),表示对过去未实现情况的虚拟推论(“你必求他……他也必赐给”)。
- 4.14οὗ ἐγὼ δώσω αὐτῷ
关系代词的格的同化(attraction)。按照 δώσω 的直接宾语要求,原应使用宾格 ὅ,但受到先行词 τοῦ ὕδατος(属格)的牵引而同化为属格 οὗ。
- 4.14οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα
强调否定的 οὐ μή 句式。后接将来时直陈语气(或抄本异文中的不定过去时虚拟语气),表示断然、绝对的否定(“断不渴”、“绝不再渴”)。
- 4.24πνεῦμα ὁ θεός
带定冠词的 ὁ θεός 是句子的主语,不带冠词的 πνεῦμα 是表语(谓词名词)。表语前置强调了神本性的本质属性(“神是个灵”)。
