- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:3.1-3.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣夜间与尼哥底母论及从上头重生与得救之道,随后施洗约翰见证耶稣是从天上来者并甘心退后。
Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
有一个法利赛人,名叫尼哥底母,是个犹太人的官。
οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετʼ αὐτοῦ.
这人夜里来见耶稣,对他说:“拉比,我们知道你是由神那里来作师傅的;因为你所行的这些神迹,若没有神同在,无人能行。”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν,1 οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.
耶稣回答对他说:“我实实在在地告诉你,人若不从上头生,就不能见神的国。”
λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;2
尼哥底母对他说:“人已经老了,如何能出生呢?岂能再进母腹生出来吗?”
ἀπεκρίθη [ὁ] Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
耶稣回答说:“我实实在在地告诉你,人若不是从水和圣灵生的,就不能进神的国。
τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
从肉身生的就是肉身;从灵生的就是灵。
μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
我对你说‘你们必须从上头生’,你不要以为希奇。
τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
风随着意思吹,你听见风的响声,却不知道从哪里来,往哪里去;凡从圣灵生的,也是如此。”
ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι;
尼哥底母回答对他说:“怎能有这些事呢?”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
耶稣回答对他说:“你是以色列人的师傅,还不明白这些事吗?
ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
我实实在在地告诉你,我们所说的,是我们知道的;我们所见证的,是我们见过的;你们却不领受我们的见证。
εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
我对你们说地上的事,你们尚且不信;若对你们说天上的事,如何能信呢?
καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.
除了从天降下的人子,没有人升过天。
καὶ καθὼς Μωυσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.
摩西在旷野怎样举蛇,人子也必照样被举起来,叫一切信他的人在他里面得永生。
Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον.
神爱世人,甚至将他的独生子赐给他们,叫一切信他的人不至灭亡,反得永生。
οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ.
因为神差他的儿子降世,不是要定世人的罪,乃是要叫世人因他得救。
ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. ὁ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.
信他的人,不被定罪;不信的人,罪已经定了,因为他不信神独生子的名。
αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
光来到世间,世人因自己的行为是恶的,不爱光,倒爱黑暗,这就是定他们的罪了。
πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·
凡作恶的便恨光,并不来就光,恐怕他的行为受责备。
ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστὶν εἰργασμένα.
但行真理的必来就光,要显明他的行为是靠神而行的。”
Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετʼ αὐτῶν καὶ ἐβάπτιζεν.
这事以后,耶稣和门徒到了犹太地,同他们在那里居住,施洗。
ἦν δὲ καὶ [ὁ] Ἰωάνης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
约翰在靠近撒冷的哀嫩也施洗,因为那里水多,众人都去受洗。
οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν Ἰωάνης.
那时约翰还没有下在监里。
Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάνου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. καὶ ἦλθαν πρὸς τὸν Ἰωάνην καὶ εἶπαν αὐτῷ Ῥαββεί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
约翰的门徒和一个犹太人辩论洁净的礼,就来见约翰,对他说:“拉比,从前同你在约旦河外、你所见证的那位,看哪,他也施洗,众人都往他那里去了。”
ἀπεκρίθη Ἰωάνης καὶ εἶπεν Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
约翰回答说:“若不是从天上赐的,人就不能得什么。
αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ἐγώ] Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλʼ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
我曾说:‘我不是基督,是奉差遣在他前面的’,你们自己可以给我作见证。
ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
娶新妇的就是新郎;新郎的朋友站着听他,因新郎的声音就甚喜乐。故此,我这喜乐满足了。
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
他必兴旺,我必衰微。”
Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστὶν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν·
从上头来的是在万有之上;属地的是属乎地,他所说的也是属乎地。从天上来的,是在万有之上。
ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
他将所见所闻的见证出来,只是没有人领受他的见证。
ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν.
那领受他见证的,就印上印,证明神是真的。
ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα.3
神所差来的就说神的话,因为神赐圣灵给他,是没有限量的。
ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
父爱子,已将万有交在他手里。
ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλʼ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπʼ αὐτόν.
信子的人有永生;不顺从子的人必不得见生命,神的震怒常在他身上。
- 3.3ἄνωθεν
副词 ἄνωθεν 具有“从上头(空间/属天)”与“重新/再次(时间)”的双重含义。在语境中,尼哥底母按时间层面的“再次”来理解(见第4节中的 δεύτερον),而耶稣所指的则是从神/天而来的属灵新生(呼应第5-8节以及第31节的 Ὁ ἄνωθεν ἐρχόμενος)。本译文选取了其神学核心含义“从上头”。
- 3.4μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
否定词 μή 用于疑问句句首时,引导强烈期待否定回答的反问句(“岂能……呢?当然不能”)。尼哥底母在此以肉身重入母腹在物理上绝不可能为前提提出质问。
- 3.34οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα.
动词 δίδωσιν 未明示主语。从前句 ὃν γὰρ ἀπέστειλεν ὁ θεός(神所差来的)来看,最自然的是补出“神(ὁ θεός)”作主语。虽有少数解作“子赐下圣灵”,但根据论证逻辑,是指神将圣灵无限量地(οὐκ ἐκ μέτρου)赐给受差遣者。
