- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:2.1-2.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在加利利的迦拿婚宴上变水为酒,行了第一件神迹以显明荣耀;随后他上耶路撒冷洁净圣殿,并预言将重建以自己身体为殿的圣殿。
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
第三日,在加利利的迦拿有娶亲的筵席,耶稣的母亲在那里。
ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
耶稣和他的门徒也被请去赴席。
καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσιν.
酒用尽了,耶稣的母亲对他说:“他们没有酒了。”
καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς Τί ἐμοὶ καὶ σοί,1 γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
耶稣对她说:“妇人,我与你有什么相干?我的时候还没有到。”
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις Ὅτι ἂν λέγῃ ὑμῖν ποιήσατε.
他母亲对仆役说:“他告诉你们什么,你们就做什么。”
ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
在那里有六口石缸摆着,是照犹太人洁净的规矩预备的,每口可以盛两三桶水。
λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
耶稣对他们说:“把缸倒满了水。”他们就倒满了,直到缸口。
καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν.
耶稣又对他们说:“现在舀出来,送给宴席的主管。”他们就送了去。
ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος2 τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
主管尝了那水变来的酒,并不知道是哪里来的,只有舀水的仆役知道;主管就叫新郎来,对他说:“人都是先摆上好酒,等客喝足了,才摆上次等的;你倒把好酒留到如今!”
Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
这是耶稣在加利利的迦拿所行的头一件神迹,显出了他的荣耀来;他的门徒就信他了。
ΜΕΤΑ ΤΟΥΤΟ κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
这事以后,耶稣与他的母亲、兄弟和门徒都下迦百农去,在那里住了不多几日。
Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἰεροσόλυμα ὁ Ἰησοῦς.
犹太人的逾越节近了,耶稣就上耶路撒冷去。
καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέτρεψεν, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
他看见圣殿里有卖牛、羊、鸽子的,并有兑换银钱的人坐在那里,就拿绳子做成鞭子,把众人都赶出圣殿,连羊带牛一概赶出去,倒出兑换银钱之人的零钱,推翻他们的桌子,又对卖鸽子的说:“把这些东西从这里拿去!不要将我父的殿当作买卖的屋子。”
Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν "Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με."
他的门徒就想起经上记着说:“对你的殿的热心将吞噬我。”
Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;3
因此犹太人回答对他说:“你既做这些事,显什么神迹给我们看呢?”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Λύσατε τὸν ναὸν τοῦτον καὶ [ἐν] τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
耶稣回答对他们说:“你们拆毁这殿,我三日之内要把它建立起来。”
εἶπαν οὖν οἱ Ἰουδαῖοι Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
犹太人便说:“这殿是四十六年才造成的,你三日之内就把它建立起来吗?”
ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
但耶稣这话是以他的身体为殿。
Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.
所以到他从死里复活以后,门徒就想起他说过这话,便信了圣经和耶稣所说的话。
Ὡς δὲ ἦν ἐν τοῖς Ἰεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·
当耶稣在耶路撒冷过逾越节的时候,许多人看见他所行的神迹,就信了他的名。
αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς4 διὰ τὸ αὐτὸν γινώσκειν πάντας καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
耶稣却不将自己交托他们,因为他知道万人,也用不着谁见证人怎样,因他自己知道人心里所存的。
- 2.4Τί ἐμοὶ καὶ σοί
由两个与格(ἐμοί 与 σοί)构成的闪米特语习惯表达,字面意为“对于我和对于你有什么?”引申为“这与我和你有什么相干?”在此处表达了一种分寸感,表明其行动的时刻取决于神定的时刻,而非仅凭人意的要求。
- 2.9ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
整个句子的骨架是由 ὡς 引导的时间从句(ὡς δὲ ἐγεύσατο...)与随后的主句 φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 构成。在从句中,动词 ἐγεύσατο 的宾语包含宾补结构的完成时分词(τὸ ὕδωρ οἶνον γεγενημένον,“变作酒的水”),随后插入了一个对比性的解释从句(καὶ οὐκ ᾔδει... οἱ δὲ διάκονοι ᾔδεισαν...),打断了句子的顺承,因此主语 ὁ ἀρχιτρίκλινος 在主句末尾再次出现。
- 2.18Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
ὅτι 从句的功能。此处 ὅτι 并非引导间接引语或同位语从句,而是带有原因或依据性质的连词,表示“既然你做这些事,显什么神迹作为凭据给我们看呢?”
- 2.24αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς
刻意呼应第23节中动词 πιστεύω 的用法(πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ,“许多人信了他的名”)。此处 πιστεύω 搭配反身代词 αὑτόν 和与格 αὐτοῖς,表示“将自己交托给某人、信任某人”。
