- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:20.1-20.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
抹大拉的马利亚与门徒发现空的坟墓,复活的耶稣先后向马利亚、门徒以及多马显现并坚固他们的信心,最后阐明本书成书的目的。
Τῇ δὲ μιᾷ τῶν σαββάτων1 Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
七日的第一日,清早天还黑的时候,抹大拉的马利亚来到坟墓,看见石头已经从坟墓挪开了。
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
她就跑来见西门彼得和耶稣所爱的另一个门徒,对他们说:“有人把主从坟墓里挪去了,我们不知道他们把他放在哪里。”
Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
彼得和另一个门徒就出来,往坟墓去。
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχειον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
两个人同跑,另一个门徒比彼得跑得更快,先到了坟墓,低头往里看,就见细麻布还放在那里,只是没有进去。
ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον·
西门彼得随后也到了,进了坟墓,就看见细麻布还放在那里,又看见耶稣头上的裹头巾没有和细麻布放在一处,是另在一处卷着。
τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
先到坟墓的另一个门徒也进去,看见就信了。
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
因为他们还不明白圣经的意思,就是耶稣必须从死里复活。
ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς2 οἱ μαθηταί.
于是门徒就回自己的住处去了。
Μαρία δὲ ἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
马利亚却站在坟墓外面哭。哭的时候,低头往坟墓里看,就见两个白衣天使坐着,一个在头处,一个在脚处,就是放耶稣身体的地方。
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
天使对她说:“妇人,你为什么哭?”她说:“因为有人把我主挪去了,我不知道他们把他放在哪里。”
ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστίν.
说了这话,就转过身来,看见耶稣站在那里,却不知道是耶稣。
λέγει αὐτῇ Ἰησοῦς Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
耶稣对她说:“妇人,你为什么哭?你找谁?”马利亚以为是看园的,就对他说:“先生,若是你把他移去了,请告诉我,你把他放在哪里,我便去取他。”
λέγει αὐτῇ Ἰησοῦς Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἐβραϊστί Ῥαββουνεί (ὃ λέγεται Διδάσκαλε).
耶稣对她说:“马利亚。”马利亚转过来,用希伯来话对他说:“拉波尼!”(意思就是老师)。
λέγει αὐτῇ Ἰησοῦς Μή μου ἅπτου,3 οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
耶稣对她说:“不要拉住我,因为我还没有升上去见父;你往我弟兄那里去,告诉他们说:‘我要升上去见我的父,也是你们的父,见我的神,也是你们的神。’”
ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.
抹大拉的马利亚就去告诉门徒说:“我已经看见了主”,又将主对她说的这些话告诉他们。
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν.
那日,就是七日的第一日晚上,门徒所在的地方,因怕犹太人,门都关了;耶稣来站在当中,对他们说:“愿你们平安!”
καὶ τοῦτο εἰπὼν ἔδειξεν καὶ τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
说了这话,就把手和肋旁指给他们看。门徒看见主,就喜乐了。
εἶπεν οὖν αὐτοῖς [ὁ Ἰησοῦς] πάλιν Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
耶稣又对他们说:“愿你们平安!父怎样差遣了我,我也怎样差遣你们。”
καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς Λάβετε πνεῦμα ἅγιον·
说了这话,就向他们吹一口气,说:“你们受圣灵!
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.
你们赦免谁的罪,谁的罪就赦免了;你们留下谁的罪,谁的罪就留下了。”
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.
那十二个门徒中,有称为低土马的多马;耶稣来的时候,他没有和他们同在。
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.4
其他的门徒就对他说:“我们已经看见主了。”多马却对他们说:“我若非看见他手上的钉痕,用指头探入那钉痕,又用手探入他的肋旁,我总不信。”
Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετʼ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν.
过了八日,门徒又在屋里,多马也和他们同在。门都关了,耶稣来站在当中说:“愿你们平安!”
εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
就对多马说:“伸过你的指头来,看我的手;伸出你的手来,探入我的肋旁;不要作不信的人,总要作有信的人。”
ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ κύριός μου καὶ ὁ θεός μου.
多马回答他说:“我的主,我的神!”
λέγει αὐτῷ [ὁ] Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας;5 μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
耶稣对他说:“你因看见了我才信吗?那没有看见就信的有福了。”
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστὶν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
耶稣在门徒面前另外行了许多神迹,没有记在这书上;但记这些事,要叫你们信耶稣是基督,是神的儿子,并且叫你们信了,就可以因他的名得生命。
- 20.1Τῇ δὲ μιᾷ τῶν σαββάτων
闪米特语言习惯(希伯来表达法)。基数词 μία 被用作序数词 πρώτη,复数名词 τὰ σάββατα 在此意为“一周”,整体作时间与格,表示“在七日的第一日”。
- 20.10πρὸς αὑτοὺς
介词 πρός 支配自身代词 ἑαυτούς 的缩约形式 αὑτούς,构成了表示“回到自己的住处/家”(相当于19:27中的 εἰς τὰ ἴδια)的惯用短语。虽然在语法上也可理解为“回到彼此那里”,但语境明确表示门徒各自回到了住处。
- 20.17Μή μου ἅπτου
由否定词 μή 加上现在时命令式构成,通常表示制止正在进行的动作,即“不要再拉住我/不要缠着我”,区别于使用不定过去时虚拟语气的否定(禁止尚未发生的动作“不要触碰”)。
- 20.25οὐ μὴ πιστεύσω
双重否定词 οὐ μή 接不定过去时虚拟语气 πιστεύσω 的句式,表示对将来的极其强烈的断然否定:“我决不信/我断断不信”。
- 20.29Ὅτι ἑώρακάς με πεπίστευκας;
连词 ὅτι 在此引导原因从句(“因为”)。全句通常理解为疑问句(“你因看见了我才信吗?”)。在语法上虽然亦可处理为陈述句(“因为你看见了我,你信了”),但从后半句对“没有看见就信的人”的称颂和对比来看,作为带有反问或提醒语气的疑问句更为通顺连贯。
